GALATIANS - Chapter 4

1 - λεγω δε εφ οσον χρονον ο κληρονομος νηπιος εστιν ουδεν διαφερει δουλου κυριος παντων ων
2 - αλλα υπο επιτροπους εστιν και οικονομους αχρι της προθεσμιας του πατρος
3 - ουτως και ημεις οτε ημεν νηπιοι υπο τα στοιχεια του κοσμου ημεθα δεδουλωμενοι
4 - οτε δε ηλθεν το πληρωμα του χρονου εξαπεστειλεν ο θεος τον υιον αυτου γενομενον εκ γυναικος γενομενον υπο νομον
5 - ινα τους υπο νομον εξαγοραση ινα την υιοθεσιαν απολαβωμεν
6 - οτι δε εστε υιοι εξαπεστειλεν ο θεος το πνευμα του υιου αυτου εις τας καρδιας ημων κραζον αββα ο πατηρ
7 - ωστε ουκετι ει δουλος αλλα υιος ει δε υιος και κληρονομος δια θεου
8 - αλλα τοτε μεν ουκ ειδοτες θεον εδουλευσατε τοις φυσει μη ουσιν θεοις
9 - νυν δε γνοντες θεον μαλλον δε γνωσθεντες υπο θεου πως επιστρεφετε παλιν επι τα ασθενη και πτωχα στοιχεια οις παλιν ανωθεν δουλευειν θελετε
10 - ημερας παρατηρεισθε και μηνας και καιρους και ενιαυτους
11 - φοβουμαι υμας μη πως εικη κεκοπιακα εις υμας
12 - γινεσθε ως εγω οτι καγω ως υμεις αδελφοι δεομαι υμων ουδεν με ηδικησατε
13 - οιδατε δε οτι δι ασθενειαν της σαρκος ευηγγελισαμην υμιν το προτερον
14 - και τον πειρασμον υμων εν τη σαρκι μου ουκ εξουθενησατε ουδε εξεπτυσατε αλλα ως αγγελον θεου εδεξασθε με ως χριστον ιησουν
15 - που ουν ο μακαρισμος υμων μαρτυρω γαρ υμιν οτι ει δυνατον τους οφθαλμους υμων εξορυξαντες εδωκατε μοι
16 - ωστε εχθρος υμων γεγονα αληθευων υμιν
17 - ζηλουσιν υμας ου καλως αλλα εκκλεισαι υμας θελουσιν ινα αυτους ζηλουτε
18 - καλον δε ζηλουσθαι εν καλω παντοτε και μη μονον εν τω παρειναι με προς υμας
19 - τεκνα μου ους παλιν ωδινω μεχρις ου μορφωθη χριστος εν υμιν
20 - ηθελον δε παρειναι προς υμας αρτι και αλλαξαι την φωνην μου οτι απορουμαι εν υμιν
21 - λεγετε μοι οι υπο νομον θελοντες ειναι τον νομον ουκ ακουετε
22 - γεγραπται γαρ οτι αβρααμ δυο υιους εσχεν ενα εκ της παιδισκης και ενα εκ της ελευθερας
23 - αλλ ο μεν εκ της παιδισκης κατα σαρκα γεγεννηται ο δε εκ της ελευθερας δι επαγγελιας
24 - ατινα εστιν αλληγορουμενα αυται γαρ εισιν δυο διαθηκαι μια μεν απο ορους σινα εις δουλειαν γεννωσα ητις εστιν αγαρ
25 - το δε αγαρ σινα ορος εστιν εν τη αραβια συστοιχει δε τη νυν ιερουσαλημ δουλευει γαρ μετα των τεκνων αυτης
26 - η δε ανω ιερουσαλημ ελευθερα εστιν ητις εστιν μητηρ ημων
27 - γεγραπται γαρ ευφρανθητι στειρα η ου τικτουσα ρηξον και βοησον η ουκ ωδινουσα οτι πολλα τα τεκνα της ερημου μαλλον η της εχουσης τον ανδρα
28 - υμεις δε αδελφοι κατα ισαακ επαγγελιας τεκνα εστε
29 - αλλ ωσπερ τοτε ο κατα σαρκα γεννηθεις εδιωκεν τον κατα πνευμα ουτως και νυν
30 - αλλα τι λεγει η γραφη εκβαλε την παιδισκην και τον υιον αυτης ου γαρ μη κληρονομησει ο υιος της παιδισκης μετα του υιου της ελευθερας
31 - διο αδελφοι ουκ εσμεν παιδισκης τεκνα αλλα της ελευθερας