GALATIANS - Chapter 5

1 - τη ελευθερια ημας χριστος ηλευθερωσεν στηκετε ουν και μη παλιν ζυγω δουλειας ενεχεσθε
2 - ιδε εγω παυλος λεγω υμιν οτι εαν περιτεμνησθε χριστος υμας ουδεν ωφελησει
3 - μαρτυρομαι δε παλιν παντι ανθρωπω περιτεμνομενω οτι οφειλετης εστιν ολον τον νομον ποιησαι
4 - κατηργηθητε απο χριστου οιτινες εν νομω δικαιουσθε της χαριτος εξεπεσατε
5 - ημεις γαρ πνευματι εκ πιστεως ελπιδα δικαιοσυνης απεκδεχομεθα
6 - εν γαρ χριστω ιησου ουτε περιτομη τι ισχυει ουτε ακροβυστια αλλα πιστις δι αγαπης ενεργουμενη
7 - ετρεχετε καλως τις υμας ενεκοψεν [τη] αληθεια μη πειθεσθαι
8 - η πεισμονη ουκ εκ του καλουντος υμας
9 - μικρα ζυμη ολον το φυραμα ζυμοι
10 - εγω πεποιθα εις υμας εν κυριω οτι ουδεν αλλο φρονησετε ο δε ταρασσων υμας βαστασει το κριμα οστις εαν η
11 - εγω δε αδελφοι ει περιτομην ετι κηρυσσω τι ετι διωκομαι αρα κατηργηται το σκανδαλον του σταυρου
12 - οφελον και αποκοψονται οι αναστατουντες υμας
13 - υμεις γαρ επ ελευθερια εκληθητε αδελφοι μονον μη την ελευθεριαν εις αφορμην τη σαρκι αλλα δια της αγαπης δουλευετε αλληλοις
14 - ο γαρ πας νομος εν ενι λογω πεπληρωται εν τω αγαπησεις τον πλησιον σου ως σεαυτον
15 - ει δε αλληλους δακνετε και κατεσθιετε βλεπετε μη υπ αλληλων αναλωθητε
16 - λεγω δε πνευματι περιπατειτε και επιθυμιαν σαρκος ου μη τελεσητε
17 - η γαρ σαρξ επιθυμει κατα του πνευματος το δε πνευμα κατα της σαρκος ταυτα γαρ αλληλοις αντικειται ινα μη α εαν θελητε ταυτα ποιητε
18 - ει δε πνευματι αγεσθε ουκ εστε υπο νομον
19 - φανερα δε εστιν τα εργα της σαρκος ατινα εστιν πορνεια ακαθαρσια ασελγεια
20 - ειδωλολατρια φαρμακεια εχθραι ερις ζηλος θυμοι εριθειαι διχοστασιαι αιρεσεις
21 - φθονοι μεθαι κωμοι και τα ομοια τουτοις α προλεγω υμιν καθως προειπον οτι οι τα τοιαυτα πρασσοντες βασιλειαν θεου ου κληρονομησουσιν
22 - ο δε καρπος του πνευματος εστιν αγαπη χαρα ειρηνη μακροθυμια χρηστοτης αγαθωσυνη πιστις
23 - πραυτης εγκρατεια κατα των τοιουτων ουκ εστιν νομος
24 - οι δε του χριστου [ιησου] την σαρκα εσταυρωσαν συν τοις παθημασιν και ταις επιθυμιαις
25 - ει ζωμεν πνευματι πνευματι και στοιχωμεν
26 - μη γινωμεθα κενοδοξοι αλληλους προκαλουμενοι αλληλοις φθονουντες