GALATIANS - Chapter 6

1 - αδελφοι εαν και προλημφθη ανθρωπος εν τινι παραπτωματι υμεις οι πνευματικοι καταρτιζετε τον τοιουτον εν πνευματι πραυτητος σκοπων σεαυτον μη και συ πειρασθης
2 - αλληλων τα βαρη βασταζετε και ουτως αναπληρωσετε τον νομον του χριστου
3 - ει γαρ δοκει τις ειναι τι μηδεν ων φρεναπατα εαυτον
4 - το δε εργον εαυτου δοκιμαζετω εκαστος και τοτε εις εαυτον μονον το καυχημα εξει και ουκ εις τον ετερον
5 - εκαστος γαρ το ιδιον φορτιον βαστασει
6 - κοινωνειτω δε ο κατηχουμενος τον λογον τω κατηχουντι εν πασιν αγαθοις
7 - μη πλανασθε θεος ου μυκτηριζεται ο γαρ εαν σπειρη ανθρωπος τουτο και θερισει
8 - οτι ο σπειρων εις την σαρκα εαυτου εκ της σαρκος θερισει φθοραν ο δε σπειρων εις το πνευμα εκ του πνευματος θερισει ζωην αιωνιον
9 - το δε καλον ποιουντες μη εγκακωμεν καιρω γαρ ιδιω θερισομεν μη εκλυομενοι
10 - αρα ουν ως καιρον εχομεν εργαζωμεθα το αγαθον προς παντας μαλιστα δε προς τους οικειους της πιστεως
11 - ιδετε πηλικοις υμιν γραμμασιν εγραψα τη εμη χειρι
12 - οσοι θελουσιν ευπροσωπησαι εν σαρκι ουτοι αναγκαζουσιν υμας περιτεμνεσθαι μονον ινα τω σταυρω του χριστου μη διωκωνται
13 - ουδε γαρ οι περιτεμνομενοι αυτοι νομον φυλασσουσιν αλλα θελουσιν υμας περιτεμνεσθαι ινα εν τη υμετερα σαρκι καυχησωνται
14 - εμοι δε μη γενοιτο καυχασθαι ει μη εν τω σταυρω του κυριου ημων ιησου χριστου δι ου εμοι κοσμος εσταυρωται καγω κοσμω
15 - ουτε γαρ περιτομη τι εστιν ουτε ακροβυστια αλλα καινη κτισις
16 - και οσοι τω κανονι τουτω στοιχησουσιν ειρηνη επ αυτους και ελεος και επι τον ισραηλ του θεου
17 - του λοιπου κοπους μοι μηδεις παρεχετω εγω γαρ τα στιγματα του ιησου εν τω σωματι μου βασταζω
18 - η χαρις του κυριου ημων ιησου χριστου μετα του πνευματος υμων αδελφοι αμην