EPHESIANS - Chapter 2

1 - και υμας οντας νεκρους τοις παραπτωμασιν και ταις αμαρτιαις υμων
2 - εν αις ποτε περιεπατησατε κατα τον αιωνα του κοσμου τουτου κατα τον αρχοντα της εξουσιας του αερος του πνευματος του νυν ενεργουντος εν τοις υιοις της απειθειας
3 - εν οις και ημεις παντες ανεστραφημεν ποτε εν ταις επιθυμιαις της σαρκος ημων ποιουντες τα θεληματα της σαρκος και των διανοιων και ημεθα τεκνα φυσει οργης ως και οι λοιποι
4 - ο δε θεος πλουσιος ων εν ελεει δια την πολλην αγαπην αυτου ην ηγαπησεν ημας
5 - και οντας ημας νεκρους τοις παραπτωμασιν συνεζωοποιησεν τω χριστω χαριτι εστε σεσωσμενοι
6 - και συνηγειρεν και συνεκαθισεν εν τοις επουρανιοις εν χριστω ιησου
7 - ινα ενδειξηται εν τοις αιωσιν τοις επερχομενοις το υπερβαλλον πλουτος της χαριτος αυτου εν χρηστοτητι εφ ημας εν χριστω ιησου
8 - τη γαρ χαριτι εστε σεσωσμενοι δια πιστεως και τουτο ουκ εξ υμων θεου το δωρον
9 - ουκ εξ εργων ινα μη τις καυχησηται
10 - αυτου γαρ εσμεν ποιημα κτισθεντες εν χριστω ιησου επι εργοις αγαθοις οις προητοιμασεν ο θεος ινα εν αυτοις περιπατησωμεν
11 - διο μνημονευετε οτι ποτε υμεις τα εθνη εν σαρκι οι λεγομενοι ακροβυστια υπο της λεγομενης περιτομης εν σαρκι χειροποιητου
12 - οτι ητε τω καιρω εκεινω χωρις χριστου απηλλοτριωμενοι της πολιτειας του ισραηλ και ξενοι των διαθηκων της επαγγελιας ελπιδα μη εχοντες και αθεοι εν τω κοσμω
13 - νυνι δε εν χριστω ιησου υμεις οι ποτε οντες μακραν εγενηθητε εγγυς εν τω αιματι του χριστου
14 - αυτος γαρ εστιν η ειρηνη ημων ο ποιησας τα αμφοτερα εν και το μεσοτοιχον του φραγμου λυσας την εχθραν εν τη σαρκι αυτου
15 - τον νομον των εντολων εν δογμασιν καταργησας ινα τους δυο κτιση εν αυτω εις ενα καινον ανθρωπον ποιων ειρηνην
16 - και αποκαταλλαξη τους αμφοτερους εν ενι σωματι τω θεω δια του σταυρου αποκτεινας την εχθραν εν αυτω
17 - και ελθων ευηγγελισατο ειρηνην υμιν τοις μακραν και ειρηνην τοις εγγυς
18 - οτι δι αυτου εχομεν την προσαγωγην οι αμφοτεροι εν ενι πνευματι προς τον πατερα
19 - αρα ουν ουκετι εστε ξενοι και παροικοι αλλα εστε συμπολιται των αγιων και οικειοι του θεου
20 - εποικοδομηθεντες επι τω θεμελιω των αποστολων και προφητων οντος ακρογωνιαιου αυτου χριστου ιησου
21 - εν ω πασα οικοδομη συναρμολογουμενη αυξει εις ναον αγιον εν κυριω
22 - εν ω και υμεις συνοικοδομεισθε εις κατοικητηριον του θεου εν πνευματι