EPHESIANS - Chapter 3

1 - τουτου χαριν εγω παυλος ο δεσμιος του χριστου [ιησου] υπερ υμων των εθνων
2 - ει γε ηκουσατε την οικονομιαν της χαριτος του θεου της δοθεισης μοι εις υμας
3 - [οτι] κατα αποκαλυψιν εγνωρισθη μοι το μυστηριον καθως προεγραψα εν ολιγω
4 - προς ο δυνασθε αναγινωσκοντες νοησαι την συνεσιν μου εν τω μυστηριω του χριστου
5 - ο ετεραις γενεαις ουκ εγνωρισθη τοις υιοις των ανθρωπων ως νυν απεκαλυφθη τοις αγιοις αποστολοις αυτου και προφηταις εν πνευματι
6 - ειναι τα εθνη συγκληρονομα και συσσωμα και συμμετοχα της επαγγελιας εν χριστω ιησου δια του ευαγγελιου
7 - ου εγενηθην διακονος κατα την δωρεαν της χαριτος του θεου της δοθεισης μοι κατα την ενεργειαν της δυναμεως αυτου
8 - εμοι τω ελαχιστοτερω παντων αγιων εδοθη η χαρις αυτη τοις εθνεσιν ευαγγελισασθαι το ανεξιχνιαστον πλουτος του χριστου
9 - και φωτισαι [παντας] τις η οικονομια του μυστηριου του αποκεκρυμμενου απο των αιωνων εν τω θεω τω τα παντα κτισαντι
10 - ινα γνωρισθη νυν ταις αρχαις και ταις εξουσιαις εν τοις επουρανιοις δια της εκκλησιας η πολυποικιλος σοφια του θεου
11 - κατα προθεσιν των αιωνων ην εποιησεν εν τω χριστω ιησου τω κυριω ημων
12 - εν ω εχομεν την παρρησιαν και προσαγωγην εν πεποιθησει δια της πιστεως αυτου
13 - διο αιτουμαι μη εγκακειν εν ταις θλιψεσιν μου υπερ υμων ητις εστιν δοξα υμων
14 - τουτου χαριν καμπτω τα γονατα μου προς τον πατερα
15 - εξ ου πασα πατρια εν ουρανοις και επι γης ονομαζεται
16 - ινα δω υμιν κατα το πλουτος της δοξης αυτου δυναμει κραταιωθηναι δια του πνευματος αυτου εις τον εσω ανθρωπον
17 - κατοικησαι τον χριστον δια της πιστεως εν ταις καρδιαις υμων εν αγαπη ερριζωμενοι και τεθεμελιωμενοι
18 - ινα εξισχυσητε καταλαβεσθαι συν πασιν τοις αγιοις τι το πλατος και μηκος και υψος και βαθος
19 - γνωναι τε την υπερβαλλουσαν της γνωσεως αγαπην του χριστου ινα πληρωθητε εις παν το πληρωμα του θεου
20 - τω δε δυναμενω υπερ παντα ποιησαι υπερεκπερισσου ων αιτουμεθα η νοουμεν κατα την δυναμιν την ενεργουμενην εν ημιν
21 - αυτω η δοξα εν τη εκκλησια και εν χριστω ιησου εις πασας τας γενεας του αιωνος των αιωνων αμην