EPHESIANS - Chapter 4

1 - παρακαλω ουν υμας εγω ο δεσμιος εν κυριω αξιως περιπατησαι της κλησεως ης εκληθητε
2 - μετα πασης ταπεινοφροσυνης και πραυτητος μετα μακροθυμιας ανεχομενοι αλληλων εν αγαπη
3 - σπουδαζοντες τηρειν την ενοτητα του πνευματος εν τω συνδεσμω της ειρηνης
4 - εν σωμα και εν πνευμα καθως και εκληθητε εν μια ελπιδι της κλησεως υμων
5 - εις κυριος μια πιστις εν βαπτισμα
6 - εις θεος και πατηρ παντων ο επι παντων και δια παντων και εν πασιν
7 - ενι δε εκαστω ημων εδοθη η χαρις κατα το μετρον της δωρεας του χριστου
8 - διο λεγει αναβας εις υψος ηχμαλωτευσεν αιχμαλωσιαν εδωκεν δοματα τοις ανθρωποις
9 - το δε ανεβη τι εστιν ει μη οτι και κατεβη εις τα κατωτερα [μερη] της γης
10 - ο καταβας αυτος εστιν και ο αναβας υπερανω παντων των ουρανων ινα πληρωση τα παντα
11 - και αυτος εδωκεν τους μεν αποστολους τους δε προφητας τους δε ευαγγελιστας τους δε ποιμενας και διδασκαλους
12 - προς τον καταρτισμον των αγιων εις εργον διακονιας εις οικοδομην του σωματος του χριστου
13 - μεχρι καταντησωμεν οι παντες εις την ενοτητα της πιστεως και της επιγνωσεως του υιου του θεου εις ανδρα τελειον εις μετρον ηλικιας του πληρωματος του χριστου
14 - ινα μηκετι ωμεν νηπιοι κλυδωνιζομενοι και περιφερομενοι παντι ανεμω της διδασκαλιας εν τη κυβεια των ανθρωπων εν πανουργια προς την μεθοδειαν της πλανης
15 - αληθευοντες δε εν αγαπη αυξησωμεν εις αυτον τα παντα ος εστιν η κεφαλη χριστος
16 - εξ ου παν το σωμα συναρμολογουμενον και συμβιβαζομενον δια πασης αφης της επιχορηγιας κατ ενεργειαν εν μετρω ενος εκαστου μερους την αυξησιν του σωματος ποιειται εις οικοδομην εαυτου εν αγαπη
17 - τουτο ουν λεγω και μαρτυρομαι εν κυριω μηκετι υμας περιπατειν καθως και τα εθνη περιπατει εν ματαιοτητι του νοος αυτων
18 - εσκοτωμενοι τη διανοια οντες απηλλοτριωμενοι της ζωης του θεου δια την αγνοιαν την ουσαν εν αυτοις δια την πωρωσιν της καρδιας αυτων
19 - οιτινες απηλγηκοτες εαυτους παρεδωκαν τη ασελγεια εις εργασιαν ακαθαρσιας πασης εν πλεονεξια
20 - υμεις δε ουχ ουτως εμαθετε τον χριστον
21 - ει γε αυτον ηκουσατε και εν αυτω εδιδαχθητε καθως εστιν αληθεια εν τω ιησου
22 - αποθεσθαι υμας κατα την προτεραν αναστροφην τον παλαιον ανθρωπον τον φθειρομενον κατα τας επιθυμιας της απατης
23 - ανανεουσθαι δε τω πνευματι του νοος υμων
24 - και ενδυσασθαι τον καινον ανθρωπον τον κατα θεον κτισθεντα εν δικαιοσυνη και οσιοτητι της αληθειας
25 - διο αποθεμενοι το ψευδος λαλειτε αληθειαν εκαστος μετα του πλησιον αυτου οτι εσμεν αλληλων μελη
26 - οργιζεσθε και μη αμαρτανετε ο ηλιος μη επιδυετω επι [τω] παροργισμω υμων
27 - μηδε διδοτε τοπον τω διαβολω
28 - ο κλεπτων μηκετι κλεπτετω μαλλον δε κοπιατω εργαζομενος ταις [ιδιαις] χερσιν το αγαθον ινα εχη μεταδιδοναι τω χρειαν εχοντι
29 - πας λογος σαπρος εκ του στοματος υμων μη εκπορευεσθω αλλα ει τις αγαθος προς οικοδομην της χρειας ινα δω χαριν τοις ακουουσιν
30 - και μη λυπειτε το πνευμα το αγιον του θεου εν ω εσφραγισθητε εις ημεραν απολυτρωσεως
31 - πασα πικρια και θυμος και οργη και κραυγη και βλασφημια αρθητω αφ υμων συν παση κακια
32 - γινεσθε [δε] εις αλληλους χρηστοι ευσπλαγχνοι χαριζομενοι εαυτοις καθως και ο θεος εν χριστω εχαρισατο υμιν