EPHESIANS - Chapter 5

1 - γινεσθε ουν μιμηται του θεου ως τεκνα αγαπητα
2 - και περιπατειτε εν αγαπη καθως και ο χριστος ηγαπησεν ημας και παρεδωκεν εαυτον υπερ ημων προσφοραν και θυσιαν τω θεω εις οσμην ευωδιας
3 - πορνεια δε και ακαθαρσια πασα η πλεονεξια μηδε ονομαζεσθω εν υμιν καθως πρεπει αγιοις
4 - και αισχροτης και μωρολογια η ευτραπελια α ουκ ανηκεν αλλα μαλλον ευχαριστια
5 - τουτο γαρ ιστε γινωσκοντες οτι πας πορνος η ακαθαρτος η πλεονεκτης ο εστιν ειδωλολατρης ουκ εχει κληρονομιαν εν τη βασιλεια του χριστου και θεου
6 - μηδεις υμας απατατω κενοις λογοις δια ταυτα γαρ ερχεται η οργη του θεου επι τους υιους της απειθειας
7 - μη ουν γινεσθε συμμετοχοι αυτων
8 - ητε γαρ ποτε σκοτος νυν δε φως εν κυριω ως τεκνα φωτος περιπατειτε
9 - ο γαρ καρπος του φωτος εν παση αγαθωσυνη και δικαιοσυνη και αληθεια
10 - δοκιμαζοντες τι εστιν ευαρεστον τω κυριω
11 - και μη συγκοινωνειτε τοις εργοις τοις ακαρποις του σκοτους μαλλον δε και ελεγχετε
12 - τα γαρ κρυφη γινομενα υπ αυτων αισχρον εστιν και λεγειν
13 - τα δε παντα ελεγχομενα υπο του φωτος φανερουται
14 - παν γαρ το φανερουμενον φως εστιν διο λεγει εγειρε ο καθευδων και αναστα εκ των νεκρων και επιφαυσει σοι ο χριστος
15 - βλεπετε ουν ακριβως πως περιπατειτε μη ως ασοφοι αλλ ως σοφοι
16 - εξαγοραζομενοι τον καιρον οτι αι ημεραι πονηραι εισιν
17 - δια τουτο μη γινεσθε αφρονες αλλα συνιετε τι το θελημα του κυριου
18 - και μη μεθυσκεσθε οινω εν ω εστιν ασωτια αλλα πληρουσθε εν πνευματι
19 - λαλουντες εαυτοις [εν] ψαλμοις και υμνοις και ωδαις πνευματικαις αδοντες και ψαλλοντες τη καρδια υμων τω κυριω
20 - ευχαριστουντες παντοτε υπερ παντων εν ονοματι του κυριου ημων ιησου χριστου τω θεω και πατρι
21 - υποτασσομενοι αλληλοις εν φοβω χριστου
22 - αι γυναικες τοις ιδιοις ανδρασιν ως τω κυριω
23 - οτι ανηρ εστιν κεφαλη της γυναικος ως και ο χριστος κεφαλη της εκκλησιας αυτος σωτηρ του σωματος
24 - αλλα ως η εκκλησια υποτασσεται τω χριστω ουτως και αι γυναικες τοις ανδρασιν εν παντι
25 - οι ανδρες αγαπατε τας γυναικας καθως και ο χριστος ηγαπησεν την εκκλησιαν και εαυτον παρεδωκεν υπερ αυτης
26 - ινα αυτην αγιαση καθαρισας τω λουτρω του υδατος εν ρηματι
27 - ινα παραστηση αυτος εαυτω ενδοξον την εκκλησιαν μη εχουσαν σπιλον η ρυτιδα η τι των τοιουτων αλλ ινα η αγια και αμωμος
28 - ουτως οφειλουσιν [και] οι ανδρες αγαπαν τας εαυτων γυναικας ως τα εαυτων σωματα ο αγαπων την εαυτου γυναικα εαυτον αγαπα
29 - ουδεις γαρ ποτε την εαυτου σαρκα εμισησεν αλλα εκτρεφει και θαλπει αυτην καθως και ο χριστος την εκκλησιαν
30 - οτι μελη εσμεν του σωματος αυτου
31 - αντι τουτου καταλειψει ανθρωπος [τον] πατερα και [την] μητερα και προσκολληθησεται προς την γυναικα αυτου και εσονται οι δυο εις σαρκα μιαν
32 - το μυστηριον τουτο μεγα εστιν εγω δε λεγω εις χριστον και εις την εκκλησιαν
33 - πλην και υμεις οι καθ ενα εκαστος την εαυτου γυναικα ουτως αγαπατω ως εαυτον η δε γυνη ινα φοβηται τον ανδρα