EPHESIANS - Chapter 6

1 - τα τεκνα υπακουετε τοις γονευσιν υμων [εν κυριω] τουτο γαρ εστιν δικαιον
2 - τιμα τον πατερα σου και την μητερα ητις εστιν εντολη πρωτη εν επαγγελια
3 - ινα ευ σοι γενηται και εση μακροχρονιος επι της γης
4 - και οι πατερες μη παροργιζετε τα τεκνα υμων αλλα εκτρεφετε αυτα εν παιδεια και νουθεσια κυριου
5 - οι δουλοι υπακουετε τοις κατα σαρκα κυριοις μετα φοβου και τρομου εν απλοτητι της καρδιας υμων ως τω χριστω
6 - μη κατ οφθαλμοδουλιαν ως ανθρωπαρεσκοι αλλ ως δουλοι χριστου ποιουντες το θελημα του θεου εκ ψυχης
7 - μετ ευνοιας δουλευοντες ως τω κυριω και ουκ ανθρωποις
8 - ειδοτες οτι εκαστος εαν τι ποιηση αγαθον τουτο κομισεται παρα κυριου ειτε δουλος ειτε ελευθερος
9 - και οι κυριοι τα αυτα ποιειτε προς αυτους ανιεντες την απειλην ειδοτες οτι και αυτων και υμων ο κυριος εστιν εν ουρανοις και προσωπολημψια ουκ εστιν παρ αυτω
10 - του λοιπου ενδυναμουσθε εν κυριω και εν τω κρατει της ισχυος αυτου
11 - ενδυσασθε την πανοπλιαν του θεου προς το δυνασθαι υμας στηναι προς τας μεθοδειας του διαβολου
12 - οτι ουκ εστιν ημιν η παλη προς αιμα και σαρκα αλλα προς τας αρχας προς τας εξουσιας προς τους κοσμοκρατορας του σκοτους τουτου προς τα πνευματικα της πονηριας εν τοις επουρανιοις
13 - δια τουτο αναλαβετε την πανοπλιαν του θεου ινα δυνηθητε αντιστηναι εν τη ημερα τη πονηρα και απαντα κατεργασαμενοι στηναι
14 - στητε ουν περιζωσαμενοι την οσφυν υμων εν αληθεια και ενδυσαμενοι τον θωρακα της δικαιοσυνης
15 - και υποδησαμενοι τους ποδας εν ετοιμασια του ευαγγελιου της ειρηνης
16 - εν πασιν αναλαβοντες τον θυρεον της πιστεως εν ω δυνησεσθε παντα τα βελη του πονηρου [τα] πεπυρωμενα σβεσαι
17 - και την περικεφαλαιαν του σωτηριου δεξασθε και την μαχαιραν του πνευματος ο εστιν ρημα θεου
18 - δια πασης προσευχης και δεησεως προσευχομενοι εν παντι καιρω εν πνευματι και εις αυτο αγρυπνουντες εν παση προσκαρτερησει και δεησει περι παντων των αγιων
19 - και υπερ εμου ινα μοι δοθη λογος εν ανοιξει του στοματος μου εν παρρησια γνωρισαι το μυστηριον του ευαγγελιου
20 - υπερ ου πρεσβευω εν αλυσει ινα εν αυτω παρρησιασωμαι ως δει με λαλησαι
21 - ινα δε ειδητε και υμεις τα κατ εμε τι πρασσω παντα γνωρισει υμιν τυχικος ο αγαπητος αδελφος και πιστος διακονος εν κυριω
22 - ον επεμψα προς υμας εις αυτο τουτο ινα γνωτε τα περι ημων και παρακαλεση τας καρδιας υμων
23 - ειρηνη τοις αδελφοις και αγαπη μετα πιστεως απο θεου πατρος και κυριου ιησου χριστου
24 - η χαρις μετα παντων των αγαπωντων τον κυριον ημων ιησουν χριστον εν αφθαρσια