PHILIPPIANS - Chapter 2

1 - ει τις ουν παρακλησις εν χριστω ει τι παραμυθιον αγαπης ει τις κοινωνια πνευματος ει τις σπλαγχνα και οικτιρμοι
2 - πληρωσατε μου την χαραν ινα το αυτο φρονητε την αυτην αγαπην εχοντες συμψυχοι το εν φρονουντες
3 - μηδεν κατ εριθειαν μηδε κατα κενοδοξιαν αλλα τη ταπεινοφροσυνη αλληλους ηγουμενοι υπερεχοντας εαυτων
4 - μη τα εαυτων εκαστος σκοπουντες αλλα [και] τα ετερων εκαστοι
5 - τουτο φρονειτε εν υμιν ο και εν χριστω ιησου
6 - ος εν μορφη θεου υπαρχων ουχ αρπαγμον ηγησατο το ειναι ισα θεω
7 - αλλα εαυτον εκενωσεν μορφην δουλου λαβων εν ομοιωματι ανθρωπων γενομενος και σχηματι ευρεθεις ως ανθρωπος
8 - εταπεινωσεν εαυτον γενομενος υπηκοος μεχρι θανατου θανατου δε σταυρου
9 - διο και ο θεος αυτον υπερυψωσεν και εχαρισατο αυτω το ονομα το υπερ παν ονομα
10 - ινα εν τω ονοματι ιησου παν γονυ καμψη επουρανιων και επιγειων και καταχθονιων
11 - και πασα γλωσσα εξομολογησηται οτι κυριος ιησους χριστος εις δοξαν θεου πατρος
12 - ωστε αγαπητοι μου καθως παντοτε υπηκουσατε μη ως εν τη παρουσια μου μονον αλλα νυν πολλω μαλλον εν τη απουσια μου μετα φοβου και τρομου την εαυτων σωτηριαν κατεργαζεσθε
13 - θεος γαρ εστιν ο ενεργων εν υμιν και το θελειν και το ενεργειν υπερ της ευδοκιας
14 - παντα ποιειτε χωρις γογγυσμων και διαλογισμων
15 - ινα γενησθε αμεμπτοι και ακεραιοι τεκνα θεου αμωμα μεσον γενεας σκολιας και διεστραμμενης εν οις φαινεσθε ως φωστηρες εν κοσμω
16 - λογον ζωης επεχοντες εις καυχημα εμοι εις ημεραν χριστου οτι ουκ εις κενον εδραμον ουδε εις κενον εκοπιασα
17 - αλλα ει και σπενδομαι επι τη θυσια και λειτουργια της πιστεως υμων χαιρω και συγχαιρω πασιν υμιν
18 - το δε αυτο και υμεις χαιρετε και συγχαιρετε μοι
19 - ελπιζω δε εν κυριω ιησου τιμοθεον ταχεως πεμψαι υμιν ινα καγω ευψυχω γνους τα περι υμων
20 - ουδενα γαρ εχω ισοψυχον οστις γνησιως τα περι υμων μεριμνησει
21 - οι παντες γαρ τα εαυτων ζητουσιν ου τα ιησου χριστου
22 - την δε δοκιμην αυτου γινωσκετε οτι ως πατρι τεκνον συν εμοι εδουλευσεν εις το ευαγγελιον
23 - τουτον μεν ουν ελπιζω πεμψαι ως αν αφιδω τα περι εμε εξαυτης
24 - πεποιθα δε εν κυριω οτι και αυτος ταχεως ελευσομαι
25 - αναγκαιον δε ηγησαμην επαφροδιτον τον αδελφον και συνεργον και συστρατιωτην μου υμων δε αποστολον και λειτουργον της χρειας μου πεμψαι προς υμας
26 - επειδη επιποθων ην παντας υμας και αδημονων διοτι ηκουσατε οτι ησθενησεν
27 - και γαρ ησθενησεν παραπλησιον θανατω αλλα ο θεος ηλεησεν αυτον ουκ αυτον δε μονον αλλα και εμε ινα μη λυπην επι λυπην σχω
28 - σπουδαιοτερως ουν επεμψα αυτον ινα ιδοντες αυτον παλιν χαρητε καγω αλυποτερος ω
29 - προσδεχεσθε ουν αυτον εν κυριω μετα πασης χαρας και τους τοιουτους εντιμους εχετε
30 - οτι δια το εργον χριστου μεχρι θανατου ηγγισεν παραβολευσαμενος τη ψυχη ινα αναπληρωση το υμων υστερημα της προς με λειτουργιας