PHILIPPIANS - Chapter 3

1 - το λοιπον αδελφοι μου χαιρετε εν κυριω τα αυτα γραφειν υμιν εμοι μεν ουκ οκνηρον υμιν δε ασφαλες
2 - βλεπετε τους κυνας βλεπετε τους κακους εργατας βλεπετε την κατατομην
3 - ημεις γαρ εσμεν η περιτομη οι πνευματι θεου λατρευοντες και καυχωμενοι εν χριστω ιησου και ουκ εν σαρκι πεποιθοτες
4 - καιπερ εγω εχων πεποιθησιν και εν σαρκι ει τις δοκει αλλος πεποιθεναι εν σαρκι εγω μαλλον
5 - περιτομη οκταημερος εκ γενους ισραηλ φυλης βενιαμιν εβραιος εξ εβραιων κατα νομον φαρισαιος
6 - κατα ζηλος διωκων την εκκλησιαν κατα δικαιοσυνην την εν νομω γενομενος αμεμπτος
7 - [αλλα] ατινα ην μοι κερδη ταυτα ηγημαι δια τον χριστον ζημιαν
8 - αλλα μενουνγε και ηγουμαι παντα ζημιαν ειναι δια το υπερεχον της γνωσεως χριστου ιησου του κυριου μου δι ον τα παντα εζημιωθην και ηγουμαι σκυβαλα ινα χριστον κερδησω
9 - και ευρεθω εν αυτω μη εχων εμην δικαιοσυνην την εκ νομου αλλα την δια πιστεως χριστου την εκ θεου δικαιοσυνην επι τη πιστει
10 - του γνωναι αυτον και την δυναμιν της αναστασεως αυτου και [την] κοινωνιαν [των] παθηματων αυτου συμμορφιζομενος τω θανατω αυτου
11 - ει πως καταντησω εις την εξαναστασιν την εκ νεκρων
12 - ουχ οτι ηδη ελαβον η ηδη τετελειωμαι διωκω δε ει και καταλαβω εφ ω και κατελημφθην υπο χριστου [ιησου]
13 - αδελφοι εγω εμαυτον ου λογιζομαι κατειληφεναι εν δε τα μεν οπισω επιλανθανομενος τοις δε εμπροσθεν επεκτεινομενος
14 - κατα σκοπον διωκω εις το βραβειον της ανω κλησεως του θεου εν χριστω ιησου
15 - οσοι ουν τελειοι τουτο φρονωμεν και ει τι ετερως φρονειτε και τουτο ο θεος υμιν αποκαλυψει
16 - πλην εις ο εφθασαμεν τω αυτω στοιχειν
17 - συμμιμηται μου γινεσθε αδελφοι και σκοπειτε τους ουτω περιπατουντας καθως εχετε τυπον ημας
18 - πολλοι γαρ περιπατουσιν ους πολλακις ελεγον υμιν νυν δε και κλαιων λεγω τους εχθρους του σταυρου του χριστου
19 - ων το τελος απωλεια ων ο θεος η κοιλια και η δοξα εν τη αισχυνη αυτων οι τα επιγεια φρονουντες
20 - ημων γαρ το πολιτευμα εν ουρανοις υπαρχει εξ ου και σωτηρα απεκδεχομεθα κυριον ιησουν χριστον
21 - ος μετασχηματισει το σωμα της ταπεινωσεως ημων συμμορφον τω σωματι της δοξης αυτου κατα την ενεργειαν του δυνασθαι αυτον και υποταξαι αυτω τα παντα