PHILIPPIANS - Chapter 4

1 - ωστε αδελφοι μου αγαπητοι και επιποθητοι χαρα και στεφανος μου ουτως στηκετε εν κυριω αγαπητοι
2 - ευοδιαν παρακαλω και συντυχην παρακαλω το αυτο φρονειν εν κυριω
3 - ναι ερωτω και σε γνησιε συζυγε συλλαμβανου αυταις αιτινες εν τω ευαγγελιω συνηθλησαν μοι μετα και κλημεντος και των λοιπων συνεργων μου ων τα ονοματα εν βιβλω ζωης
4 - χαιρετε εν κυριω παντοτε παλιν ερω χαιρετε
5 - το επιεικες υμων γνωσθητω πασιν ανθρωποις ο κυριος εγγυς
6 - μηδεν μεριμνατε αλλ εν παντι τη προσευχη και τη δεησει μετα ευχαριστιας τα αιτηματα υμων γνωριζεσθω προς τον θεον
7 - και η ειρηνη του θεου η υπερεχουσα παντα νουν φρουρησει τας καρδιας υμων και τα νοηματα υμων εν χριστω ιησου
8 - το λοιπον αδελφοι οσα εστιν αληθη οσα σεμνα οσα δικαια οσα αγνα οσα προσφιλη οσα ευφημα ει τις αρετη και ει τις επαινος ταυτα λογιζεσθε
9 - α και εμαθετε και παρελαβετε και ηκουσατε και ειδετε εν εμοι ταυτα πρασσετε και ο θεος της ειρηνης εσται μεθ υμων
10 - εχαρην δε εν κυριω μεγαλως οτι ηδη ποτε ανεθαλετε το υπερ εμου φρονειν εφ ω και εφρονειτε ηκαιρεισθε δε
11 - ουχ οτι καθ υστερησιν λεγω εγω γαρ εμαθον εν οις ειμι αυταρκης ειναι
12 - οιδα και ταπεινουσθαι οιδα και περισσευειν εν παντι και εν πασιν μεμυημαι και χορταζεσθαι και πειναν και περισσευειν και υστερεισθαι
13 - παντα ισχυω εν τω ενδυναμουντι με
14 - πλην καλως εποιησατε συγκοινωνησαντες μου τη θλιψει
15 - οιδατε δε και υμεις φιλιππησιοι οτι εν αρχη του ευαγγελιου οτε εξηλθον απο μακεδονιας ουδεμια μοι εκκλησια εκοινωνησεν εις λογον δοσεως και λημψεως ει μη υμεις μονοι
16 - οτι και εν θεσσαλονικη και απαξ και δις εις την χρειαν μοι επεμψατε
17 - ουχ οτι επιζητω το δομα αλλα επιζητω τον καρπον τον πλεοναζοντα εις λογον υμων
18 - απεχω δε παντα και περισσευω πεπληρωμαι δεξαμενος παρα επαφροδιτου τα παρ υμων οσμην ευωδιας θυσιαν δεκτην ευαρεστον τω θεω
19 - ο δε θεος μου πληρωσει πασαν χρειαν υμων κατα το πλουτος αυτου εν δοξη εν χριστω ιησου
20 - τω δε θεω και πατρι ημων η δοξα εις τους αιωνας των αιωνων αμην
21 - ασπασασθε παντα αγιον εν χριστω ιησου ασπαζονται υμας οι συν εμοι αδελφοι
22 - ασπαζονται υμας παντες οι αγιοι μαλιστα δε οι εκ της καισαρος οικιας
23 - η χαρις του κυριου ιησου χριστου μετα του πνευματος υμων