COLOSSIANS - Chapter 3

1 - ει ουν συνηγερθητε τω χριστω τα ανω ζητειτε ου ο χριστος εστιν εν δεξια του θεου καθημενος
2 - τα ανω φρονειτε μη τα επι της γης
3 - απεθανετε γαρ και η ζωη υμων κεκρυπται συν τω χριστω εν τω θεω
4 - οταν ο χριστος φανερωθη η ζωη υμων τοτε και υμεις συν αυτω φανερωθησεσθε εν δοξη
5 - νεκρωσατε ουν τα μελη τα επι της γης πορνειαν ακαθαρσιαν παθος επιθυμιαν κακην και την πλεονεξιαν ητις εστιν ειδωλολατρια
6 - δι α ερχεται η οργη του θεου [επι τους υιους της απειθειας]
7 - εν οις και υμεις περιεπατησατε ποτε οτε εζητε εν τουτοις
8 - νυνι δε αποθεσθε και υμεις τα παντα οργην θυμον κακιαν βλασφημιαν αισχρολογιαν εκ του στοματος υμων
9 - μη ψευδεσθε εις αλληλους απεκδυσαμενοι τον παλαιον ανθρωπον συν ταις πραξεσιν αυτου
10 - και ενδυσαμενοι τον νεον τον ανακαινουμενον εις επιγνωσιν κατ εικονα του κτισαντος αυτον
11 - οπου ουκ ενι ελλην και ιουδαιος περιτομη και ακροβυστια βαρβαρος σκυθης δουλος ελευθερος αλλα [τα] παντα και εν πασιν χριστος
12 - ενδυσασθε ουν ως εκλεκτοι του θεου αγιοι και ηγαπημενοι σπλαγχνα οικτιρμου χρηστοτητα ταπεινοφροσυνην πραυτητα μακροθυμιαν
13 - ανεχομενοι αλληλων και χαριζομενοι εαυτοις εαν τις προς τινα εχη μομφην καθως και ο κυριος εχαρισατο υμιν ουτως και υμεις
14 - επι πασιν δε τουτοις την αγαπην ο εστιν συνδεσμος της τελειοτητος
15 - και η ειρηνη του χριστου βραβευετω εν ταις καρδιαις υμων εις ην και εκληθητε εν ενι σωματι και ευχαριστοι γινεσθε
16 - ο λογος του χριστου ενοικειτω εν υμιν πλουσιως εν παση σοφια διδασκοντες και νουθετουντες εαυτους ψαλμοις υμνοις ωδαις πνευματικαις εν [τη] χαριτι αδοντες εν ταις καρδιαις υμων τω θεω
17 - και παν ο τι εαν ποιητε εν λογω η εν εργω παντα εν ονοματι κυριου ιησου ευχαριστουντες τω θεω πατρι δι αυτου
18 - αι γυναικες υποτασσεσθε τοις ανδρασιν ως ανηκεν εν κυριω
19 - οι ανδρες αγαπατε τας γυναικας και μη πικραινεσθε προς αυτας
20 - τα τεκνα υπακουετε τοις γονευσιν κατα παντα τουτο γαρ ευαρεστον εστιν εν κυριω
21 - οι πατερες μη ερεθιζετε τα τεκνα υμων ινα μη αθυμωσιν
22 - οι δουλοι υπακουετε κατα παντα τοις κατα σαρκα κυριοις μη εν οφθαλμοδουλια ως ανθρωπαρεσκοι αλλ εν απλοτητι καρδιας φοβουμενοι τον κυριον
23 - ο εαν ποιητε εκ ψυχης εργαζεσθε ως τω κυριω και ουκ ανθρωποις
24 - ειδοτες οτι απο κυριου απολημψεσθε την ανταποδοσιν της κληρονομιας τω κυριω χριστω δουλευετε
25 - ο γαρ αδικων κομισεται ο ηδικησεν και ουκ εστιν προσωπολημψια