COLOSSIANS - Chapter 4

1 - οι κυριοι το δικαιον και την ισοτητα τοις δουλοις παρεχεσθε ειδοτες οτι και υμεις εχετε κυριον εν ουρανω
2 - τη προσευχη προσκαρτερειτε γρηγορουντες εν αυτη εν ευχαριστια
3 - προσευχομενοι αμα και περι ημων ινα ο θεος ανοιξη ημιν θυραν του λογου λαλησαι το μυστηριον του χριστου δι ο και δεδεμαι
4 - ινα φανερωσω αυτο ως δει με λαλησαι
5 - εν σοφια περιπατειτε προς τους εξω τον καιρον εξαγοραζομενοι
6 - ο λογος υμων παντοτε εν χαριτι αλατι ηρτυμενος ειδεναι πως δει υμας ενι εκαστω αποκρινεσθαι
7 - τα κατ εμε παντα γνωρισει υμιν τυχικος ο αγαπητος αδελφος και πιστος διακονος και συνδουλος εν κυριω
8 - ον επεμψα προς υμας εις αυτο τουτο ινα γνωτε τα περι ημων και παρακαλεση τας καρδιας υμων
9 - συν ονησιμω τω πιστω και αγαπητω αδελφω ος εστιν εξ υμων παντα υμιν γνωρισουσιν τα ωδε
10 - ασπαζεται υμας αρισταρχος ο συναιχμαλωτος μου και μαρκος ο ανεψιος βαρναβα περι ου ελαβετε εντολας εαν ελθη προς υμας δεξασθε αυτον
11 - και ιησους ο λεγομενος ιουστος οι οντες εκ περιτομης ουτοι μονοι συνεργοι εις την βασιλειαν του θεου οιτινες εγενηθησαν μοι παρηγορια
12 - ασπαζεται υμας επαφρας ο εξ υμων δουλος χριστου [ιησου] παντοτε αγωνιζομενος υπερ υμων εν ταις προσευχαις ινα σταθητε τελειοι και πεπληροφορημενοι εν παντι θεληματι του θεου
13 - μαρτυρω γαρ αυτω οτι εχει πολυν πονον υπερ υμων και των εν λαοδικεια και των εν ιεραπολει
14 - ασπαζεται υμας λουκας ο ιατρος ο αγαπητος και δημας
15 - ασπασασθε τους εν λαοδικεια αδελφους και νυμφαν και την κατ οικον αυτης εκκλησιαν
16 - και οταν αναγνωσθη παρ υμιν η επιστολη ποιησατε ινα και εν τη λαοδικεων εκκλησια αναγνωσθη και την εκ λαοδικειας ινα και υμεις αναγνωτε
17 - και ειπατε αρχιππω βλεπε την διακονιαν ην παρελαβες εν κυριω ινα αυτην πληροις
18 - ο ασπασμος τη εμη χειρι παυλου μνημονευετε μου των δεσμων η χαρις μεθ υμων