1 THESSALONIANS - Chapter 1

1 - παυλος και σιλουανος και τιμοθεος τη εκκλησια θεσσαλονικεων εν θεω πατρι και κυριω ιησου χριστω χαρις υμιν και ειρηνη
2 - ευχαριστουμεν τω θεω παντοτε περι παντων υμων μνειαν ποιουμενοι επι των προσευχων ημων αδιαλειπτως
3 - μνημονευοντες υμων του εργου της πιστεως και του κοπου της αγαπης και της υπομονης της ελπιδος του κυριου ημων ιησου χριστου εμπροσθεν του θεου και πατρος ημων
4 - ειδοτες αδελφοι ηγαπημενοι υπο [του] θεου την εκλογην υμων
5 - οτι το ευαγγελιον ημων ουκ εγενηθη εις υμας εν λογω μονον αλλα και εν δυναμει και εν πνευματι αγιω και [εν] πληροφορια πολλη καθως οιδατε οιοι εγενηθημεν [εν] υμιν δι υμας
6 - και υμεις μιμηται ημων εγενηθητε και του κυριου δεξαμενοι τον λογον εν θλιψει πολλη μετα χαρας πνευματος αγιου
7 - ωστε γενεσθαι υμας τυπον πασιν τοις πιστευουσιν εν τη μακεδονια και εν τη αχαια
8 - αφ υμων γαρ εξηχηται ο λογος του κυριου ου μονον εν τη μακεδονια και [εν τη] αχαια αλλ εν παντι τοπω η πιστις υμων η προς τον θεον εξεληλυθεν ωστε μη χρειαν εχειν ημας λαλειν τι
9 - αυτοι γαρ περι ημων απαγγελλουσιν οποιαν εισοδον εσχομεν προς υμας και πως επεστρεψατε προς τον θεον απο των ειδωλων δουλευειν θεω ζωντι και αληθινω
10 - και αναμενειν τον υιον αυτου εκ των ουρανων ον ηγειρεν εκ [των] νεκρων ιησουν τον ρυομενον ημας εκ της οργης της ερχομενης