1 THESSALONIANS - Chapter 4

1 - λοιπον ουν αδελφοι ερωτωμεν υμας και παρακαλουμεν εν κυριω ιησου ινα καθως παρελαβετε παρ ημων το πως δει υμας περιπατειν και αρεσκειν θεω καθως και περιπατειτε ινα περισσευητε μαλλον
2 - οιδατε γαρ τινας παραγγελιας εδωκαμεν υμιν δια του κυριου ιησου
3 - τουτο γαρ εστιν θελημα του θεου ο αγιασμος υμων απεχεσθαι υμας απο της πορνειας
4 - ειδεναι εκαστον υμων το εαυτου σκευος κτασθαι εν αγιασμω και τιμη
5 - μη εν παθει επιθυμιας καθαπερ και τα εθνη τα μη ειδοτα τον θεον
6 - το μη υπερβαινειν και πλεονεκτειν εν τω πραγματι τον αδελφον αυτου διοτι εκδικος κυριος περι παντων τουτων καθως και προειπαμεν υμιν και διεμαρτυραμεθα
7 - ου γαρ εκαλεσεν ημας ο θεος επι ακαθαρσια αλλ εν αγιασμω
8 - τοιγαρουν ο αθετων ουκ ανθρωπον αθετει αλλα τον θεον τον [και] διδοντα το πνευμα αυτου το αγιον εις υμας
9 - περι δε της φιλαδελφιας ου χρειαν εχετε γραφειν υμιν αυτοι γαρ υμεις θεοδιδακτοι εστε εις το αγαπαν αλληλους
10 - και γαρ ποιειτε αυτο εις παντας τους αδελφους [τους] εν ολη τη μακεδονια παρακαλουμεν δε υμας αδελφοι περισσευειν μαλλον
11 - και φιλοτιμεισθαι ησυχαζειν και πρασσειν τα ιδια και εργαζεσθαι ταις [ιδιαις] χερσιν υμων καθως υμιν παρηγγειλαμεν
12 - ινα περιπατητε ευσχημονως προς τους εξω και μηδενος χρειαν εχητε
13 - ου θελομεν δε υμας αγνοειν αδελφοι περι των κοιμωμενων ινα μη λυπησθε καθως και οι λοιποι οι μη εχοντες ελπιδα
14 - ει γαρ πιστευομεν οτι ιησους απεθανεν και ανεστη ουτως και ο θεος τους κοιμηθεντας δια του ιησου αξει συν αυτω
15 - τουτο γαρ υμιν λεγομεν εν λογω κυριου οτι ημεις οι ζωντες οι περιλειπομενοι εις την παρουσιαν του κυριου ου μη φθασωμεν τους κοιμηθεντας
16 - οτι αυτος ο κυριος εν κελευσματι εν φωνη αρχαγγελου και εν σαλπιγγι θεου καταβησεται απ ουρανου και οι νεκροι εν χριστω αναστησονται πρωτον
17 - επειτα ημεις οι ζωντες οι περιλειπομενοι αμα συν αυτοις αρπαγησομεθα εν νεφελαις εις απαντησιν του κυριου εις αερα και ουτως παντοτε συν κυριω εσομεθα
18 - ωστε παρακαλειτε αλληλους εν τοις λογοις τουτοις