1 THESSALONIANS - Chapter 5

1 - περι δε των χρονων και των καιρων αδελφοι ου χρειαν εχετε υμιν γραφεσθαι
2 - αυτοι γαρ ακριβως οιδατε οτι ημερα κυριου ως κλεπτης εν νυκτι ουτως ερχεται
3 - οταν λεγωσιν ειρηνη και ασφαλεια τοτε αιφνιδιος αυτοις εφισταται ολεθρος ωσπερ η ωδιν τη εν γαστρι εχουση και ου μη εκφυγωσιν
4 - υμεις δε αδελφοι ουκ εστε εν σκοτει ινα η ημερα υμας ως κλεπτης καταλαβη
5 - παντες γαρ υμεις υιοι φωτος εστε και υιοι ημερας ουκ εσμεν νυκτος ουδε σκοτους
6 - αρα ουν μη καθευδωμεν ως οι λοιποι αλλα γρηγορωμεν και νηφωμεν
7 - οι γαρ καθευδοντες νυκτος καθευδουσιν και οι μεθυσκομενοι νυκτος μεθυουσιν
8 - ημεις δε ημερας οντες νηφωμεν ενδυσαμενοι θωρακα πιστεως και αγαπης και περικεφαλαιαν ελπιδα σωτηριας
9 - οτι ουκ εθετο ημας ο θεος εις οργην αλλα εις περιποιησιν σωτηριας δια του κυριου ημων ιησου χριστου
10 - του αποθανοντος υπερ ημων ινα ειτε γρηγορωμεν ειτε καθευδωμεν αμα συν αυτω ζησωμεν
11 - διο παρακαλειτε αλληλους και οικοδομειτε εις τον ενα καθως και ποιειτε
12 - ερωτωμεν δε υμας αδελφοι ειδεναι τους κοπιωντας εν υμιν και προισταμενους υμων εν κυριω και νουθετουντας υμας
13 - και ηγεισθαι αυτους υπερεκπερισσου εν αγαπη δια το εργον αυτων ειρηνευετε εν εαυτοις
14 - παρακαλουμεν δε υμας αδελφοι νουθετειτε τους ατακτους παραμυθεισθε τους ολιγοψυχους αντεχεσθε των ασθενων μακροθυμειτε προς παντας
15 - ορατε μη τις κακον αντι κακου τινι αποδω αλλα παντοτε το αγαθον διωκετε [και] εις αλληλους και εις παντας
16 - παντοτε χαιρετε
17 - αδιαλειπτως προσευχεσθε
18 - εν παντι ευχαριστειτε τουτο γαρ θελημα θεου εν χριστω ιησου εις υμας
19 - το πνευμα μη σβεννυτε
20 - προφητειας μη εξουθενειτε
21 - παντα δε δοκιμαζετε το καλον κατεχετε
22 - απο παντος ειδους πονηρου απεχεσθε
23 - αυτος δε ο θεος της ειρηνης αγιασαι υμας ολοτελεις και ολοκληρον υμων το πνευμα και η ψυχη και το σωμα αμεμπτως εν τη παρουσια του κυριου ημων ιησου χριστου τηρηθειη
24 - πιστος ο καλων υμας ος και ποιησει
25 - αδελφοι προσευχεσθε [και] περι ημων
26 - ασπασασθε τους αδελφους παντας εν φιληματι αγιω
27 - ενορκιζω υμας τον κυριον αναγνωσθηναι την επιστολην πασιν τοις αδελφοις
28 - η χαρις του κυριου ημων ιησου χριστου μεθ υμων