2 THESSALONIANS - Chapter 1

1 - παυλος και σιλουανος και τιμοθεος τη εκκλησια θεσσαλονικεων εν θεω πατρι ημων και κυριω ιησου χριστω
2 - χαρις υμιν και ειρηνη απο θεου πατρος [ημων] και κυριου ιησου χριστου
3 - ευχαριστειν οφειλομεν τω θεω παντοτε περι υμων αδελφοι καθως αξιον εστιν οτι υπεραυξανει η πιστις υμων και πλεοναζει η αγαπη ενος εκαστου παντων υμων εις αλληλους
4 - ωστε αυτους ημας εν υμιν εγκαυχασθαι εν ταις εκκλησιαις του θεου υπερ της υπομονης υμων και πιστεως εν πασιν τοις διωγμοις υμων και ταις θλιψεσιν αις ανεχεσθε
5 - ενδειγμα της δικαιας κρισεως του θεου εις το καταξιωθηναι υμας της βασιλειας του θεου υπερ ης και πασχετε
6 - ειπερ δικαιον παρα θεω ανταποδουναι τοις θλιβουσιν υμας θλιψιν
7 - και υμιν τοις θλιβομενοις ανεσιν μεθ ημων εν τη αποκαλυψει του κυριου ιησου απ ουρανου μετ αγγελων δυναμεως αυτου
8 - εν πυρι φλογος διδοντος εκδικησιν τοις μη ειδοσιν θεον και τοις μη υπακουουσιν τω ευαγγελιω του κυριου ημων ιησου
9 - οιτινες δικην τισουσιν ολεθρον αιωνιον απο προσωπου του κυριου και απο της δοξης της ισχυος αυτου
10 - οταν ελθη ενδοξασθηναι εν τοις αγιοις αυτου και θαυμασθηναι εν πασιν τοις πιστευσασιν οτι επιστευθη το μαρτυριον ημων εφ υμας εν τη ημερα εκεινη
11 - εις ο και προσευχομεθα παντοτε περι υμων ινα υμας αξιωση της κλησεως ο θεος ημων και πληρωση πασαν ευδοκιαν αγαθωσυνης και εργον πιστεως εν δυναμει
12 - οπως ενδοξασθη το ονομα του κυριου ημων ιησου εν υμιν και υμεις εν αυτω κατα την χαριν του θεου ημων και κυριου ιησου χριστου