2 THESSALONIANS - Chapter 3

1 - το λοιπον προσευχεσθε αδελφοι περι ημων ινα ο λογος του κυριου τρεχη και δοξαζηται καθως και προς υμας
2 - και ινα ρυσθωμεν απο των ατοπων και πονηρων ανθρωπων ου γαρ παντων η πιστις
3 - πιστος δε εστιν ο κυριος ος στηριξει υμας και φυλαξει απο του πονηρου
4 - πεποιθαμεν δε εν κυριω εφ υμας οτι α παραγγελλομεν [και] ποιειτε και ποιησετε
5 - ο δε κυριος κατευθυναι υμων τας καρδιας εις την αγαπην του θεου και εις την υπομονην του χριστου
6 - παραγγελλομεν δε υμιν αδελφοι εν ονοματι του κυριου [ημων] ιησου χριστου στελλεσθαι υμας απο παντος αδελφου ατακτως περιπατουντος και μη κατα την παραδοσιν ην παρελαβοσαν παρ ημων
7 - αυτοι γαρ οιδατε πως δει μιμεισθαι ημας οτι ουκ ητακτησαμεν εν υμιν
8 - ουδε δωρεαν αρτον εφαγομεν παρα τινος αλλ εν κοπω και μοχθω νυκτος και ημερας εργαζομενοι προς το μη επιβαρησαι τινα υμων
9 - ουχ οτι ουκ εχομεν εξουσιαν αλλ ινα εαυτους τυπον δωμεν υμιν εις το μιμεισθαι ημας
10 - και γαρ οτε ημεν προς υμας τουτο παρηγγελλομεν υμιν οτι ει τις ου θελει εργαζεσθαι μηδε εσθιετω
11 - ακουομεν γαρ τινας περιπατουντας εν υμιν ατακτως μηδεν εργαζομενους αλλα περιεργαζομενους
12 - τοις δε τοιουτοις παραγγελλομεν και παρακαλουμεν εν κυριω ιησου χριστω ινα μετα ησυχιας εργαζομενοι τον εαυτων αρτον εσθιωσιν
13 - υμεις δε αδελφοι μη εγκακησητε καλοποιουντες
14 - ει δε τις ουχ υπακουει τω λογω ημων δια της επιστολης τουτον σημειουσθε μη συναναμιγνυσθαι αυτω ινα εντραπη
15 - και μη ως εχθρον ηγεισθε αλλα νουθετειτε ως αδελφον
16 - αυτος δε ο κυριος της ειρηνης δωη υμιν την ειρηνην δια παντος εν παντι τροπω ο κυριος μετα παντων υμων
17 - ο ασπασμος τη εμη χειρι παυλου ο εστιν σημειον εν παση επιστολη ουτως γραφω
18 - η χαρις του κυριου ημων ιησου χριστου μετα παντων υμων