1 TIMOTHY - Chapter 1

1 - παυλος αποστολος χριστου ιησου κατ επιταγην θεου σωτηρος ημων και χριστου ιησου της ελπιδος ημων
2 - τιμοθεω γνησιω τεκνω εν πιστει χαρις ελεος ειρηνη απο θεου πατρος και χριστου ιησου του κυριου ημων
3 - καθως παρεκαλεσα σε προσμειναι εν εφεσω πορευομενος εις μακεδονιαν ινα παραγγειλης τισιν μη ετεροδιδασκαλειν
4 - μηδε προσεχειν μυθοις και γενεαλογιαις απεραντοις αιτινες εκζητησεις παρεχουσιν μαλλον η οικονομιαν θεου την εν πιστει
5 - το δε τελος της παραγγελιας εστιν αγαπη εκ καθαρας καρδιας και συνειδησεως αγαθης και πιστεως ανυποκριτου
6 - ων τινες αστοχησαντες εξετραπησαν εις ματαιολογιαν
7 - θελοντες ειναι νομοδιδασκαλοι μη νοουντες μητε α λεγουσιν μητε περι τινων διαβεβαιουνται
8 - οιδαμεν δε οτι καλος ο νομος εαν τις αυτω νομιμως χρηται
9 - ειδως τουτο οτι δικαιω νομος ου κειται ανομοις δε και ανυποτακτοις ασεβεσι και αμαρτωλοις ανοσιοις και βεβηλοις πατρολωαις και μητρολωαις ανδροφονοις
10 - πορνοις αρσενοκοιταις ανδραποδισταις ψευσταις επιορκοις και ει τι ετερον τη υγιαινουση διδασκαλια αντικειται
11 - κατα το ευαγγελιον της δοξης του μακαριου θεου ο επιστευθην εγω
12 - χαριν εχω τω ενδυναμωσαντι με χριστω ιησου τω κυριω ημων οτι πιστον με ηγησατο θεμενος εις διακονιαν
13 - το προτερον οντα βλασφημον και διωκτην και υβριστην αλλα ηλεηθην οτι αγνοων εποιησα εν απιστια
14 - υπερεπλεονασεν δε η χαρις του κυριου ημων μετα πιστεως και αγαπης της εν χριστω ιησου
15 - πιστος ο λογος και πασης αποδοχης αξιος οτι χριστος ιησους ηλθεν εις τον κοσμον αμαρτωλους σωσαι ων πρωτος ειμι εγω
16 - αλλα δια τουτο ηλεηθην ινα εν εμοι πρωτω ενδειξηται χριστος ιησους την απασαν μακροθυμιαν προς υποτυπωσιν των μελλοντων πιστευειν επ αυτω εις ζωην αιωνιον
17 - τω δε βασιλει των αιωνων αφθαρτω αορατω μονω θεω τιμη και δοξα εις τους αιωνας των αιωνων αμην
18 - ταυτην την παραγγελιαν παρατιθεμαι σοι τεκνον τιμοθεε κατα τας προαγουσας επι σε προφητειας ινα στρατευη εν αυταις την καλην στρατειαν
19 - εχων πιστιν και αγαθην συνειδησιν ην τινες απωσαμενοι περι την πιστιν εναυαγησαν
20 - ων εστιν υμεναιος και αλεξανδρος ους παρεδωκα τω σατανα ινα παιδευθωσιν μη βλασφημειν