1 TIMOTHY - Chapter 2

1 - παρακαλω ουν πρωτον παντων ποιεισθαι δεησεις προσευχας εντευξεις ευχαριστιας υπερ παντων ανθρωπων
2 - υπερ βασιλεων και παντων των εν υπεροχη οντων ινα ηρεμον και ησυχιον βιον διαγωμεν εν παση ευσεβεια και σεμνοτητι
3 - τουτο καλον και αποδεκτον ενωπιον του σωτηρος ημων θεου
4 - ος παντας ανθρωπους θελει σωθηναι και εις επιγνωσιν αληθειας ελθειν
5 - εις γαρ θεος εις και μεσιτης θεου και ανθρωπων ανθρωπος χριστος ιησους
6 - ο δους εαυτον αντιλυτρον υπερ παντων το μαρτυριον καιροις ιδιοις
7 - εις ο ετεθην εγω κηρυξ και αποστολος αληθειαν λεγω ου ψευδομαι διδασκαλος εθνων εν πιστει και αληθεια
8 - βουλομαι ουν προσευχεσθαι τους ανδρας εν παντι τοπω επαιροντας οσιους χειρας χωρις οργης και διαλογισμου
9 - ωσαυτως [και] γυναικας εν καταστολη κοσμιω μετα αιδους και σωφροσυνης κοσμειν εαυτας μη εν πλεγμασιν και χρυσιω η μαργαριταις η ιματισμω πολυτελει
10 - αλλ ο πρεπει γυναιξιν επαγγελλομεναις θεοσεβειαν δι εργων αγαθων
11 - γυνη εν ησυχια μανθανετω εν παση υποταγη
12 - διδασκειν δε γυναικι ουκ επιτρεπω ουδε αυθεντειν ανδρος αλλ ειναι εν ησυχια
13 - αδαμ γαρ πρωτος επλασθη ειτα ευα
14 - και αδαμ ουκ ηπατηθη η δε γυνη εξαπατηθεισα εν παραβασει γεγονεν
15 - σωθησεται δε δια της τεκνογονιας εαν μεινωσιν εν πιστει και αγαπη και αγιασμω μετα σωφροσυνης