1 TIMOTHY - Chapter 3

1 - πιστος ο λογος ει τις επισκοπης ορεγεται καλου εργου επιθυμει
2 - δει ουν τον επισκοπον ανεπιλημπτον ειναι μιας γυναικος ανδρα νηφαλιον σωφρονα κοσμιον φιλοξενον διδακτικον
3 - μη παροινον μη πληκτην αλλα επιεικη αμαχον αφιλαργυρον
4 - του ιδιου οικου καλως προισταμενον τεκνα εχοντα εν υποταγη μετα πασης σεμνοτητος
5 - ει δε τις του ιδιου οικου προστηναι ουκ οιδεν πως εκκλησιας θεου επιμελησεται
6 - μη νεοφυτον ινα μη τυφωθεις εις κριμα εμπεση του διαβολου
7 - δει δε και μαρτυριαν καλην εχειν απο των εξωθεν ινα μη εις ονειδισμον εμπεση και παγιδα του διαβολου
8 - διακονους ωσαυτως σεμνους μη διλογους μη οινω πολλω προσεχοντας μη αισχροκερδεις
9 - εχοντας το μυστηριον της πιστεως εν καθαρα συνειδησει
10 - και ουτοι δε δοκιμαζεσθωσαν πρωτον ειτα διακονειτωσαν ανεγκλητοι οντες
11 - γυναικας ωσαυτως σεμνας μη διαβολους νηφαλιους πιστας εν πασιν
12 - διακονοι εστωσαν μιας γυναικος ανδρες τεκνων καλως προισταμενοι και των ιδιων οικων
13 - οι γαρ καλως διακονησαντες βαθμον εαυτοις καλον περιποιουνται και πολλην παρρησιαν εν πιστει τη εν χριστω ιησου
14 - ταυτα σοι γραφω ελπιζων ελθειν προς σε εν ταχει
15 - εαν δε βραδυνω ινα ειδης πως δει εν οικω θεου αναστρεφεσθαι ητις εστιν εκκλησια θεου ζωντος στυλος και εδραιωμα της αληθειας
16 - και ομολογουμενως μεγα εστιν το της ευσεβειας μυστηριον ος εφανερωθη εν σαρκι εδικαιωθη εν πνευματι ωφθη αγγελοις εκηρυχθη εν εθνεσιν επιστευθη εν κοσμω ανελημφθη εν δοξη