1 TIMOTHY - Chapter 4

1 - το δε πνευμα ρητως λεγει οτι εν υστεροις καιροις αποστησονται τινες της πιστεως προσεχοντες πνευμασιν πλανοις και διδασκαλιαις δαιμονιων
2 - εν υποκρισει ψευδολογων κεκαυστηριασμενων την ιδιαν συνειδησιν
3 - κωλυοντων γαμειν απεχεσθαι βρωματων α ο θεος εκτισεν εις μεταλημψιν μετα ευχαριστιας τοις πιστοις και επεγνωκοσι την αληθειαν
4 - οτι παν κτισμα θεου καλον και ουδεν αποβλητον μετα ευχαριστιας λαμβανομενον
5 - αγιαζεται γαρ δια λογου θεου και εντευξεως
6 - ταυτα υποτιθεμενος τοις αδελφοις καλος εση διακονος χριστου ιησου εντρεφομενος τοις λογοις της πιστεως και της καλης διδασκαλιας η παρηκολουθηκας
7 - τους δε βεβηλους και γραωδεις μυθους παραιτου γυμναζε δε σεαυτον προς ευσεβειαν
8 - η γαρ σωματικη γυμνασια προς ολιγον εστιν ωφελιμος η δε ευσεβεια προς παντα ωφελιμος εστιν επαγγελιαν εχουσα ζωης της νυν και της μελλουσης
9 - πιστος ο λογος και πασης αποδοχης αξιος
10 - εις τουτο γαρ κοπιωμεν και αγωνιζομεθα οτι ηλπικαμεν επι θεω ζωντι ος εστιν σωτηρ παντων ανθρωπων μαλιστα πιστων
11 - παραγγελλε ταυτα και διδασκε
12 - μηδεις σου της νεοτητος καταφρονειτω αλλα τυπος γινου των πιστων εν λογω εν αναστροφη εν αγαπη εν πιστει εν αγνεια
13 - εως ερχομαι προσεχε τη αναγνωσει τη παρακλησει τη διδασκαλια
14 - μη αμελει του εν σοι χαρισματος ο εδοθη σοι δια προφητειας μετα επιθεσεως των χειρων του πρεσβυτεριου
15 - ταυτα μελετα εν τουτοις ισθι ινα σου η προκοπη φανερα η πασιν
16 - επεχε σεαυτω και τη διδασκαλια επιμενε αυτοις τουτο γαρ ποιων και σεαυτον σωσεις και τους ακουοντας σου