1 TIMOTHY - Chapter 5

1 - πρεσβυτερω μη επιπληξης αλλα παρακαλει ως πατερα νεωτερους ως αδελφους
2 - πρεσβυτερας ως μητερας νεωτερας ως αδελφας εν παση αγνεια
3 - χηρας τιμα τας οντως χηρας
4 - ει δε τις χηρα τεκνα η εκγονα εχει μανθανετωσαν πρωτον τον ιδιον οικον ευσεβειν και αμοιβας αποδιδοναι τοις προγονοις τουτο γαρ εστιν αποδεκτον ενωπιον του θεου
5 - η δε οντως χηρα και μεμονωμενη ηλπικεν επι θεον και προσμενει ταις δεησεσιν και ταις προσευχαις νυκτος και ημερας
6 - η δε σπαταλωσα ζωσα τεθνηκεν
7 - και ταυτα παραγγελλε ινα ανεπιλημπτοι ωσιν
8 - ει δε τις των ιδιων και μαλιστα οικειων ου προνοει την πιστιν ηρνηται και εστιν απιστου χειρων
9 - χηρα καταλεγεσθω μη ελαττον ετων εξηκοντα γεγονυια ενος ανδρος γυνη
10 - εν εργοις καλοις μαρτυρουμενη ει ετεκνοτροφησεν ει εξενοδοχησεν ει αγιων ποδας ενιψεν ει θλιβομενοις επηρκεσεν ει παντι εργω αγαθω επηκολουθησεν
11 - νεωτερας δε χηρας παραιτου οταν γαρ καταστρηνιασωσιν του χριστου γαμειν θελουσιν
12 - εχουσαι κριμα οτι την πρωτην πιστιν ηθετησαν
13 - αμα δε και αργαι μανθανουσιν περιερχομεναι τας οικιας ου μονον δε αργαι αλλα και φλυαροι και περιεργοι λαλουσαι τα μη δεοντα
14 - βουλομαι ουν νεωτερας γαμειν τεκνογονειν οικοδεσποτειν μηδεμιαν αφορμην διδοναι τω αντικειμενω λοιδοριας χαριν
15 - ηδη γαρ τινες εξετραπησαν οπισω του σατανα
16 - ει τις πιστη εχει χηρας επαρκειτω αυταις και μη βαρεισθω η εκκλησια ινα ταις οντως χηραις επαρκεση
17 - οι καλως προεστωτες πρεσβυτεροι διπλης τιμης αξιουσθωσαν μαλιστα οι κοπιωντες εν λογω και διδασκαλια
18 - λεγει γαρ η γραφη βουν αλοωντα ου φιμωσεις και αξιος ο εργατης του μισθου αυτου
19 - κατα πρεσβυτερου κατηγοριαν μη παραδεχου εκτος ει μη επι δυο η τριων μαρτυρων
20 - τους αμαρτανοντας ενωπιον παντων ελεγχε ινα και οι λοιποι φοβον εχωσιν
21 - διαμαρτυρομαι ενωπιον του θεου και χριστου ιησου και των εκλεκτων αγγελων ινα ταυτα φυλαξης χωρις προκριματος μηδεν ποιων κατα προσκλισιν
22 - χειρας ταχεως μηδενι επιτιθει μηδε κοινωνει αμαρτιαις αλλοτριαις σεαυτον αγνον τηρει
23 - μηκετι υδροποτει αλλα οινω ολιγω χρω δια τον στομαχον και τας πυκνας σου ασθενειας
24 - τινων ανθρωπων αι αμαρτιαι προδηλοι εισιν προαγουσαι εις κρισιν τισιν δε και επακολουθουσιν
25 - ωσαυτως και τα εργα τα καλα προδηλα και τα αλλως εχοντα κρυβηναι ου δυνανται