2 TIMOTHY - Chapter 2

1 - συ ουν τεκνον μου ενδυναμου εν τη χαριτι τη εν χριστω ιησου
2 - και α ηκουσας παρ εμου δια πολλων μαρτυρων ταυτα παραθου πιστοις ανθρωποις οιτινες ικανοι εσονται και ετερους διδαξαι
3 - συγκακοπαθησον ως καλος στρατιωτης χριστου ιησου
4 - ουδεις στρατευομενος εμπλεκεται ταις του βιου πραγματειαις ινα τω στρατολογησαντι αρεση
5 - εαν δε και αθλη τις ου στεφανουται εαν μη νομιμως αθληση
6 - τον κοπιωντα γεωργον δει πρωτον των καρπων μεταλαμβανειν
7 - νοει ο λεγω δωσει γαρ σοι ο κυριος συνεσιν εν πασιν
8 - μνημονευε ιησουν χριστον εγηγερμενον εκ νεκρων εκ σπερματος δαυιδ κατα το ευαγγελιον μου
9 - εν ω κακοπαθω μεχρι δεσμων ως κακουργος αλλα ο λογος του θεου ου δεδεται
10 - δια τουτο παντα υπομενω δια τους εκλεκτους ινα και αυτοι σωτηριας τυχωσιν της εν χριστω ιησου μετα δοξης αιωνιου
11 - πιστος ο λογος ει γαρ συναπεθανομεν και συζησομεν
12 - ει υπομενομεν και συμβασιλευσομεν ει αρνησομεθα κακεινος αρνησεται ημας
13 - ει απιστουμεν εκεινος πιστος μενει αρνησασθαι γαρ εαυτον ου δυναται
14 - ταυτα υπομιμνησκε διαμαρτυρομενος ενωπιον του θεου μη λογομαχειν επ ουδεν χρησιμον επι καταστροφη των ακουοντων
15 - σπουδασον σεαυτον δοκιμον παραστησαι τω θεω εργατην ανεπαισχυντον ορθοτομουντα τον λογον της αληθειας
16 - τας δε βεβηλους κενοφωνιας περιιστασο επι πλειον γαρ προκοψουσιν ασεβειας
17 - και ο λογος αυτων ως γαγγραινα νομην εξει ων εστιν υμεναιος και φιλητος
18 - οιτινες περι την αληθειαν ηστοχησαν λεγοντες [την] αναστασιν ηδη γεγονεναι και ανατρεπουσιν την τινων πιστιν
19 - ο μεντοι στερεος θεμελιος του θεου εστηκεν εχων την σφραγιδα ταυτην εγνω κυριος τους οντας αυτου και αποστητω απο αδικιας πας ο ονομαζων το ονομα κυριου
20 - εν μεγαλη δε οικια ουκ εστιν μονον σκευη χρυσα και αργυρα αλλα και ξυλινα και οστρακινα και α μεν εις τιμην α δε εις ατιμιαν
21 - εαν ουν τις εκκαθαρη εαυτον απο τουτων εσται σκευος εις τιμην ηγιασμενον ευχρηστον τω δεσποτη εις παν εργον αγαθον ητοιμασμενον
22 - τας δε νεωτερικας επιθυμιας φευγε διωκε δε δικαιοσυνην πιστιν αγαπην ειρηνην μετα των επικαλουμενων τον κυριον εκ καθαρας καρδιας
23 - τας δε μωρας και απαιδευτους ζητησεις παραιτου ειδως οτι γεννωσιν μαχας
24 - δουλον δε κυριου ου δει μαχεσθαι αλλα ηπιον ειναι προς παντας διδακτικον ανεξικακον
25 - εν πραυτητι παιδευοντα τους αντιδιατιθεμενους μηποτε δωη αυτοις ο θεος μετανοιαν εις επιγνωσιν αληθειας
26 - και ανανηψωσιν εκ της του διαβολου παγιδος εζωγρημενοι υπ αυτου εις το εκεινου θελημα