2 TIMOTHY - Chapter 3

1 - τουτο δε γινωσκε οτι εν εσχαταις ημεραις ενστησονται καιροι χαλεποι
2 - εσονται γαρ οι ανθρωποι φιλαυτοι φιλαργυροι αλαζονες υπερηφανοι βλασφημοι γονευσιν απειθεις αχαριστοι ανοσιοι
3 - αστοργοι ασπονδοι διαβολοι ακρατεις ανημεροι αφιλαγαθοι
4 - προδοται προπετεις τετυφωμενοι φιληδονοι μαλλον η φιλοθεοι
5 - εχοντες μορφωσιν ευσεβειας την δε δυναμιν αυτης ηρνημενοι και τουτους αποτρεπου
6 - εκ τουτων γαρ εισιν οι ενδυνοντες εις τας οικιας και αιχμαλωτιζοντες γυναικαρια σεσωρευμενα αμαρτιαις αγομενα επιθυμιαις ποικιλαις
7 - παντοτε μανθανοντα και μηδεποτε εις επιγνωσιν αληθειας ελθειν δυναμενα
8 - ον τροπον δε ιαννης και ιαμβρης αντεστησαν μωυσει ουτως και ουτοι ανθιστανται τη αληθεια ανθρωποι κατεφθαρμενοι τον νουν αδοκιμοι περι την πιστιν
9 - αλλ ου προκοψουσιν επι πλειον η γαρ ανοια αυτων εκδηλος εσται πασιν ως και η εκεινων εγενετο
10 - συ δε παρηκολουθησας μου τη διδασκαλια τη αγωγη τη προθεσει τη πιστει τη μακροθυμια τη αγαπη τη υπομονη
11 - τοις διωγμοις τοις παθημασιν οια μοι εγενετο εν αντιοχεια εν ικονιω εν λυστροις οιους διωγμους υπηνεγκα και εκ παντων με ερρυσατο ο κυριος
12 - και παντες δε οι θελοντες ευσεβως ζην εν χριστω ιησου διωχθησονται
13 - πονηροι δε ανθρωποι και γοητες προκοψουσιν επι το χειρον πλανωντες και πλανωμενοι
14 - συ δε μενε εν οις εμαθες και επιστωθης ειδως παρα τινων εμαθες
15 - και οτι απο βρεφους [τα] ιερα γραμματα οιδας τα δυναμενα σε σοφισαι εις σωτηριαν δια πιστεως της εν χριστω ιησου
16 - πασα γραφη θεοπνευστος και ωφελιμος προς διδασκαλιαν προς ελεγμον προς επανορθωσιν προς παιδειαν την εν δικαιοσυνη
17 - ινα αρτιος η ο του θεου ανθρωπος προς παν εργον αγαθον εξηρτισμενος