2 TIMOTHY - Chapter 4

1 - διαμαρτυρομαι ενωπιον του θεου και χριστου ιησου του μελλοντος κρινειν ζωντας και νεκρους και την επιφανειαν αυτου και την βασιλειαν αυτου
2 - κηρυξον τον λογον επιστηθι ευκαιρως ακαιρως ελεγξον επιτιμησον παρακαλεσον εν παση μακροθυμια και διδαχη
3 - εσται γαρ καιρος οτε της υγιαινουσης διδασκαλιας ουκ ανεξονται αλλα κατα τας ιδιας επιθυμιας εαυτοις επισωρευσουσιν διδασκαλους κνηθομενοι την ακοην
4 - και απο μεν της αληθειας την ακοην αποστρεψουσιν επι δε τους μυθους εκτραπησονται
5 - συ δε νηφε εν πασιν κακοπαθησον εργον ποιησον ευαγγελιστου την διακονιαν σου πληροφορησον
6 - εγω γαρ ηδη σπενδομαι και ο καιρος της αναλυσεως μου εφεστηκεν
7 - τον καλον αγωνα ηγωνισμαι τον δρομον τετελεκα την πιστιν τετηρηκα
8 - λοιπον αποκειται μοι ο της δικαιοσυνης στεφανος ον αποδωσει μοι ο κυριος εν εκεινη τη ημερα ο δικαιος κριτης ου μονον δε εμοι αλλα και πασι τοις ηγαπηκοσι την επιφανειαν αυτου
9 - σπουδασον ελθειν προς με ταχεως
10 - δημας γαρ με εγκατελιπεν αγαπησας τον νυν αιωνα και επορευθη εις θεσσαλονικην κρησκης εις γαλατιαν τιτος εις δαλματιαν
11 - λουκας εστιν μονος μετ εμου μαρκον αναλαβων αγε μετα σεαυτου εστιν γαρ μοι ευχρηστος εις διακονιαν
12 - τυχικον δε απεστειλα εις εφεσον
13 - τον φαιλονην ον απελιπον εν τρωαδι παρα καρπω ερχομενος φερε και τα βιβλια μαλιστα τας μεμβρανας
14 - αλεξανδρος ο χαλκευς πολλα μοι κακα ενεδειξατο αποδωσει αυτω ο κυριος κατα τα εργα αυτου
15 - ον και συ φυλασσου λιαν γαρ αντεστη τοις ημετεροις λογοις
16 - εν τη πρωτη μου απολογια ουδεις μοι παρεγενετο αλλα παντες με εγκατελιπον μη αυτοις λογισθειη
17 - ο δε κυριος μοι παρεστη και ενεδυναμωσεν με ινα δι εμου το κηρυγμα πληροφορηθη και ακουσωσιν παντα τα εθνη και ερρυσθην εκ στοματος λεοντος
18 - ρυσεται με ο κυριος απο παντος εργου πονηρου και σωσει εις την βασιλειαν αυτου την επουρανιον ω η δοξα εις τους αιωνας των αιωνων αμην
19 - ασπασαι πρισκαν και ακυλαν και τον ονησιφορου οικον
20 - εραστος εμεινεν εν κορινθω τροφιμον δε απελιπον εν μιλητω ασθενουντα
21 - σπουδασον προ χειμωνος ελθειν ασπαζεται σε ευβουλος και πουδης και λινος και κλαυδια και οι αδελφοι παντες
22 - ο κυριος μετα του πνευματος σου η χαρις μεθ υμων