TITUS - Chapter 2

1 - συ δε λαλει α πρεπει τη υγιαινουση διδασκαλια
2 - πρεσβυτας νηφαλιους ειναι σεμνους σωφρονας υγιαινοντας τη πιστει τη αγαπη τη υπομονη
3 - πρεσβυτιδας ωσαυτως εν καταστηματι ιεροπρεπεις μη διαβολους μηδε οινω πολλω δεδουλωμενας καλοδιδασκαλους
4 - ινα σωφρονιζωσιν τας νεας φιλανδρους ειναι φιλοτεκνους
5 - σωφρονας αγνας οικουργους αγαθας υποτασσομενας τοις ιδιοις ανδρασιν ινα μη ο λογος του θεου βλασφημηται
6 - τους νεωτερους ωσαυτως παρακαλει σωφρονειν
7 - περι παντα σεαυτον παρεχομενος τυπον καλων εργων εν τη διδασκαλια αφθοριαν σεμνοτητα
8 - λογον υγιη ακαταγνωστον ινα ο εξ εναντιας εντραπη μηδεν εχων λεγειν περι ημων φαυλον
9 - δουλους ιδιοις δεσποταις υποτασσεσθαι εν πασιν ευαρεστους ειναι μη αντιλεγοντας
10 - μη νοσφιζομενους αλλα πασαν πιστιν ενδεικνυμενους αγαθην ινα την διδασκαλιαν την του σωτηρος ημων θεου κοσμωσιν εν πασιν
11 - επεφανη γαρ η χαρις του θεου σωτηριος πασιν ανθρωποις
12 - παιδευουσα ημας ινα αρνησαμενοι την ασεβειαν και τας κοσμικας επιθυμιας σωφρονως και δικαιως και ευσεβως ζησωμεν εν τω νυν αιωνι
13 - προσδεχομενοι την μακαριαν ελπιδα και επιφανειαν της δοξης του μεγαλου θεου και σωτηρος ημων ιησου χριστου
14 - ος εδωκεν εαυτον υπερ ημων ινα λυτρωσηται ημας απο πασης ανομιας και καθαριση εαυτω λαον περιουσιον ζηλωτην καλων εργων
15 - ταυτα λαλει και παρακαλει και ελεγχε μετα πασης επιταγης μηδεις σου περιφρονειτω