PHILEMON - Chapter 1

1 - παυλος δεσμιος χριστου ιησου και τιμοθεος ο αδελφος φιλημονι τω αγαπητω και συνεργω ημων
2 - και απφια τη αδελφη και αρχιππω τω συστρατιωτη ημων και τη κατ οικον σου εκκλησια
3 - χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου
4 - ευχαριστω τω θεω μου παντοτε μνειαν σου ποιουμενος επι των προσευχων μου
5 - ακουων σου την αγαπην και την πιστιν ην εχεις προς τον κυριον ιησουν και εις παντας τους αγιους
6 - οπως η κοινωνια της πιστεως σου ενεργης γενηται εν επιγνωσει παντος αγαθου του εν ημιν εις χριστον
7 - χαραν γαρ πολλην εσχον και παρακλησιν επι τη αγαπη σου οτι τα σπλαγχνα των αγιων αναπεπαυται δια σου αδελφε
8 - διο πολλην εν χριστω παρρησιαν εχων επιτασσειν σοι το ανηκον
9 - δια την αγαπην μαλλον παρακαλω τοιουτος ων ως παυλος πρεσβυτης νυνι δε και δεσμιος χριστου ιησου
10 - παρακαλω σε περι του εμου τεκνου ον εγεννησα εν τοις δεσμοις ονησιμον
11 - τον ποτε σοι αχρηστον νυνι δε [και] σοι και εμοι ευχρηστον
12 - ον ανεπεμψα σοι αυτον τουτ εστιν τα εμα σπλαγχνα
13 - ον εγω εβουλομην προς εμαυτον κατεχειν ινα υπερ σου μοι διακονη εν τοις δεσμοις του ευαγγελιου
14 - χωρις δε της σης γνωμης ουδεν ηθελησα ποιησαι ινα μη ως κατα αναγκην το αγαθον σου η αλλα κατα εκουσιον
15 - ταχα γαρ δια τουτο εχωρισθη προς ωραν ινα αιωνιον αυτον απεχης
16 - ουκετι ως δουλον αλλα υπερ δουλον αδελφον αγαπητον μαλιστα εμοι ποσω δε μαλλον σοι και εν σαρκι και εν κυριω
17 - ει ουν με εχεις κοινωνον προσλαβου αυτον ως εμε
18 - ει δε τι ηδικησεν σε η οφειλει τουτο εμοι ελλογα
19 - εγω παυλος εγραψα τη εμη χειρι εγω αποτισω ινα μη λεγω σοι οτι και σεαυτον μοι προσοφειλεις
20 - ναι αδελφε εγω σου οναιμην εν κυριω αναπαυσον μου τα σπλαγχνα εν χριστω
21 - πεποιθως τη υπακοη σου εγραψα σοι ειδως οτι και υπερ α λεγω ποιησεις
22 - αμα δε και ετοιμαζε μοι ξενιαν ελπιζω γαρ οτι δια των προσευχων υμων χαρισθησομαι υμιν
23 - ασπαζεται σε επαφρας ο συναιχμαλωτος μου εν χριστω ιησου
24 - μαρκος αρισταρχος δημας λουκας οι συνεργοι μου
25 - η χαρις του κυριου ιησου χριστου μετα του πνευματος υμων