HEBREWS - Chapter 10

1 - σκιαν γαρ εχων ο νομος των μελλοντων αγαθων ουκ αυτην την εικονα των πραγματων κατ ενιαυτον ταις αυταις θυσιαις ας προσφερουσιν εις το διηνεκες ουδεποτε δυναται τους προσερχομενους τελειωσαι
2 - επει ουκ αν επαυσαντο προσφερομεναι δια το μηδεμιαν εχειν ετι συνειδησιν αμαρτιων τους λατρευοντας απαξ κεκαθαρισμενους
3 - αλλ εν αυταις αναμνησις αμαρτιων κατ ενιαυτον
4 - αδυνατον γαρ αιμα ταυρων και τραγων αφαιρειν αμαρτιας
5 - διο εισερχομενος εις τον κοσμον λεγει θυσιαν και προσφοραν ουκ ηθελησας σωμα δε κατηρτισω μοι
6 - ολοκαυτωματα και περι αμαρτιας ουκ ευδοκησας
7 - τοτε ειπον ιδου ηκω εν κεφαλιδι βιβλιου γεγραπται περι εμου του ποιησαι ο θεος το θελημα σου
8 - ανωτερον λεγων οτι θυσιας και προσφορας και ολοκαυτωματα και περι αμαρτιας ουκ ηθελησας ουδε ευδοκησας αιτινες κατα νομον προσφερονται
9 - τοτε ειρηκεν ιδου ηκω του ποιησαι το θελημα σου αναιρει το πρωτον ινα το δευτερον στηση
10 - εν ω θεληματι ηγιασμενοι εσμεν δια της προσφορας του σωματος ιησου χριστου εφαπαξ
11 - και πας μεν ιερευς εστηκεν καθ ημεραν λειτουργων και τας αυτας πολλακις προσφερων θυσιας αιτινες ουδεποτε δυνανται περιελειν αμαρτιας
12 - ουτος δε μιαν υπερ αμαρτιων προσενεγκας θυσιαν εις το διηνεκες εκαθισεν εν δεξια του θεου
13 - το λοιπον εκδεχομενος εως τεθωσιν οι εχθροι αυτου υποποδιον των ποδων αυτου
14 - μια γαρ προσφορα τετελειωκεν εις το διηνεκες τους αγιαζομενους
15 - μαρτυρει δε ημιν και το πνευμα το αγιον μετα γαρ το ειρηκεναι
16 - αυτη η διαθηκη ην διαθησομαι προς αυτους μετα τας ημερας εκεινας λεγει κυριος διδους νομους μου επι καρδιας αυτων και επι την διανοιαν αυτων επιγραψω αυτους
17 - και των αμαρτιων αυτων και των ανομιων αυτων ου μη μνησθησομαι ετι
18 - οπου δε αφεσις τουτων ουκετι προσφορα περι αμαρτιας
19 - εχοντες ουν αδελφοι παρρησιαν εις την εισοδον των αγιων εν τω αιματι ιησου
20 - ην ενεκαινισεν ημιν οδον προσφατον και ζωσαν δια του καταπετασματος τουτ εστιν της σαρκος αυτου
21 - και ιερεα μεγαν επι τον οικον του θεου
22 - προσερχωμεθα μετα αληθινης καρδιας εν πληροφορια πιστεως ρεραντισμενοι τας καρδιας απο συνειδησεως πονηρας και λελουσμενοι το σωμα υδατι καθαρω
23 - κατεχωμεν την ομολογιαν της ελπιδος ακλινη πιστος γαρ ο επαγγειλαμενος
24 - και κατανοωμεν αλληλους εις παροξυσμον αγαπης και καλων εργων
25 - μη εγκαταλειποντες την επισυναγωγην εαυτων καθως εθος τισιν αλλα παρακαλουντες και τοσουτω μαλλον οσω βλεπετε εγγιζουσαν την ημεραν
26 - εκουσιως γαρ αμαρτανοντων ημων μετα το λαβειν την επιγνωσιν της αληθειας ουκετι περι αμαρτιων απολειπεται θυσια
27 - φοβερα δε τις εκδοχη κρισεως και πυρος ζηλος εσθιειν μελλοντος τους υπεναντιους
28 - αθετησας τις νομον μωυσεως χωρις οικτιρμων επι δυσιν η τρισιν μαρτυσιν αποθνησκει
29 - ποσω δοκειτε χειρονος αξιωθησεται τιμωριας ο τον υιον του θεου καταπατησας και το αιμα της διαθηκης κοινον ηγησαμενος εν ω ηγιασθη και το πνευμα της χαριτος ενυβρισας
30 - οιδαμεν γαρ τον ειποντα εμοι εκδικησις εγω ανταποδωσω και παλιν κρινει κυριος τον λαον αυτου
31 - φοβερον το εμπεσειν εις χειρας θεου ζωντος
32 - αναμιμνησκεσθε δε τας προτερον ημερας εν αις φωτισθεντες πολλην αθλησιν υπεμεινατε παθηματων
33 - τουτο μεν ονειδισμοις τε και θλιψεσιν θεατριζομενοι τουτο δε κοινωνοι των ουτως αναστρεφομενων γενηθεντες
34 - και γαρ τοις δεσμιοις συνεπαθησατε και την αρπαγην των υπαρχοντων υμων μετα χαρας προσεδεξασθε γινωσκοντες εχειν εαυτους κρειττονα υπαρξιν και μενουσαν
35 - μη αποβαλητε ουν την παρρησιαν υμων ητις εχει μεγαλην μισθαποδοσιαν
36 - υπομονης γαρ εχετε χρειαν ινα το θελημα του θεου ποιησαντες κομισησθε την επαγγελιαν
37 - ετι γαρ μικρον οσον οσον ο ερχομενος ηξει και ου χρονισει
38 - ο δε δικαιος μου εκ πιστεως ζησεται και εαν υποστειληται ουκ ευδοκει η ψυχη μου εν αυτω
39 - ημεις δε ουκ εσμεν υποστολης εις απωλειαν αλλα πιστεως εις περιποιησιν ψυχης