HEBREWS - Chapter 3

1 - οθεν αδελφοι αγιοι κλησεως επουρανιου μετοχοι κατανοησατε τον αποστολον και αρχιερεα της ομολογιας ημων ιησουν
2 - πιστον οντα τω ποιησαντι αυτον ως και μωυσης εν [ολω] τω οικω αυτου
3 - πλειονος γαρ ουτος δοξης παρα μωυσην ηξιωται καθ οσον πλειονα τιμην εχει του οικου ο κατασκευασας αυτον
4 - πας γαρ οικος κατασκευαζεται υπο τινος ο δε παντα κατασκευασας θεος
5 - και μωυσης μεν πιστος εν ολω τω οικω αυτου ως θεραπων εις μαρτυριον των λαληθησομενων
6 - χριστος δε ως υιος επι τον οικον αυτου ου οικος εσμεν ημεις εαν[περ] την παρρησιαν και το καυχημα της ελπιδος κατασχωμεν
7 - διο καθως λεγει το πνευμα το αγιον σημερον εαν της φωνης αυτου ακουσητε
8 - μη σκληρυνητε τας καρδιας υμων ως εν τω παραπικρασμω κατα την ημεραν του πειρασμου εν τη ερημω
9 - ου επειρασαν οι πατερες υμων εν δοκιμασια και ειδον τα εργα μου
10 - τεσσερακοντα ετη διο προσωχθισα τη γενεα ταυτη και ειπον αει πλανωνται τη καρδια αυτοι δε ουκ εγνωσαν τας οδους μου
11 - ως ωμοσα εν τη οργη μου ει εισελευσονται εις την καταπαυσιν μου
12 - βλεπετε αδελφοι μηποτε εσται εν τινι υμων καρδια πονηρα απιστιας εν τω αποστηναι απο θεου ζωντος
13 - αλλα παρακαλειτε εαυτους καθ εκαστην ημεραν αχρις ου το σημερον καλειται ινα μη σκληρυνθη τις εξ υμων απατη της αμαρτιας
14 - μετοχοι γαρ του χριστου γεγοναμεν εανπερ την αρχην της υποστασεως μεχρι τελους βεβαιαν κατασχωμεν
15 - εν τω λεγεσθαι σημερον εαν της φωνης αυτου ακουσητε μη σκληρυνητε τας καρδιας υμων ως εν τω παραπικρασμω
16 - τινες γαρ ακουσαντες παρεπικραναν αλλ ου παντες οι εξελθοντες εξ αιγυπτου δια μωυσεως
17 - τισιν δε προσωχθισεν τεσσερακοντα ετη ουχι τοις αμαρτησασιν ων τα κωλα επεσεν εν τη ερημω
18 - τισιν δε ωμοσεν μη εισελευσεσθαι εις την καταπαυσιν αυτου ει μη τοις απειθησασιν
19 - και βλεπομεν οτι ουκ ηδυνηθησαν εισελθειν δι απιστιαν