JAMES - Chapter 1

1 - ιακωβος θεου και κυριου ιησου χριστου δουλος ταις δωδεκα φυλαις ταις εν τη διασπορα χαιρειν
2 - πασαν χαραν ηγησασθε αδελφοι μου οταν πειρασμοις περιπεσητε ποικιλοις
3 - γινωσκοντες οτι το δοκιμιον υμων της πιστεως κατεργαζεται υπομονην
4 - η δε υπομονη εργον τελειον εχετω ινα ητε τελειοι και ολοκληροι εν μηδενι λειπομενοι
5 - ει δε τις υμων λειπεται σοφιας αιτειτω παρα του διδοντος θεου πασιν απλως και μη ονειδιζοντος και δοθησεται αυτω
6 - αιτειτω δε εν πιστει μηδεν διακρινομενος ο γαρ διακρινομενος εοικεν κλυδωνι θαλασσης ανεμιζομενω και ριπιζομενω
7 - μη γαρ οιεσθω ο ανθρωπος εκεινος οτι λημψεται τι παρα του κυριου
8 - ανηρ διψυχος ακαταστατος εν πασαις ταις οδοις αυτου
9 - καυχασθω δε ο αδελφος ο ταπεινος εν τω υψει αυτου
10 - ο δε πλουσιος εν τη ταπεινωσει αυτου οτι ως ανθος χορτου παρελευσεται
11 - ανετειλεν γαρ ο ηλιος συν τω καυσωνι και εξηρανεν τον χορτον και το ανθος αυτου εξεπεσεν και η ευπρεπεια του προσωπου αυτου απωλετο ουτως και ο πλουσιος εν ταις πορειαις αυτου μαρανθησεται
12 - μακαριος ανηρ ος υπομενει πειρασμον οτι δοκιμος γενομενος λημψεται τον στεφανον της ζωης ον επηγγειλατο τοις αγαπωσιν αυτον
13 - μηδεις πειραζομενος λεγετω οτι απο θεου πειραζομαι ο γαρ θεος απειραστος εστιν κακων πειραζει δε αυτος ουδενα
14 - εκαστος δε πειραζεται υπο της ιδιας επιθυμιας εξελκομενος και δελεαζομενος
15 - ειτα η επιθυμια συλλαβουσα τικτει αμαρτιαν η δε αμαρτια αποτελεσθεισα αποκυει θανατον
16 - μη πλανασθε αδελφοι μου αγαπητοι
17 - πασα δοσις αγαθη και παν δωρημα τελειον ανωθεν εστιν καταβαινον απο του πατρος των φωτων παρ ω ουκ ενι παραλλαγη η τροπης αποσκιασμα
18 - βουληθεις απεκυησεν ημας λογω αληθειας εις το ειναι ημας απαρχην τινα των αυτου κτισματων
19 - ιστε αδελφοι μου αγαπητοι εστω δε πας ανθρωπος ταχυς εις το ακουσαι βραδυς εις το λαλησαι βραδυς εις οργην
20 - οργη γαρ ανδρος δικαιοσυνην θεου ουκ εργαζεται
21 - διο αποθεμενοι πασαν ρυπαριαν και περισσειαν κακιας εν πραυτητι δεξασθε τον εμφυτον λογον τον δυναμενον σωσαι τας ψυχας υμων
22 - γινεσθε δε ποιηται λογου και μη μονον ακροαται παραλογιζομενοι εαυτους
23 - οτι ει τις ακροατης λογου εστιν και ου ποιητης ουτος εοικεν ανδρι κατανοουντι το προσωπον της γενεσεως αυτου εν εσοπτρω
24 - κατενοησεν γαρ εαυτον και απεληλυθεν και ευθεως επελαθετο οποιος ην
25 - ο δε παρακυψας εις νομον τελειον τον της ελευθεριας και παραμεινας ουκ ακροατης επιλησμονης γενομενος αλλα ποιητης εργου ουτος μακαριος εν τη ποιησει αυτου εσται
26 - ει τις δοκει θρησκος ειναι μη χαλιναγωγων γλωσσαν αυτου αλλα απατων καρδιαν αυτου τουτου ματαιος η θρησκεια
27 - θρησκεια καθαρα και αμιαντος παρα τω θεω και πατρι αυτη εστιν επισκεπτεσθαι ορφανους και χηρας εν τη θλιψει αυτων ασπιλον εαυτον τηρειν απο του κοσμου