JAMES - Chapter 2

1 - αδελφοι μου μη εν προσωπολημψιαις εχετε την πιστιν του κυριου ημων ιησου χριστου της δοξης
2 - εαν γαρ εισελθη εις συναγωγην υμων ανηρ χρυσοδακτυλιος εν εσθητι λαμπρα εισελθη δε και πτωχος εν ρυπαρα εσθητι
3 - επιβλεψητε δε επι τον φορουντα την εσθητα την λαμπραν και ειπητε συ καθου ωδε καλως και τω πτωχω ειπητε συ στηθι εκει η καθου υπο το υποποδιον μου
4 - ου διεκριθητε εν εαυτοις και εγενεσθε κριται διαλογισμων πονηρων
5 - ακουσατε αδελφοι μου αγαπητοι ουχ ο θεος εξελεξατο τους πτωχους τω κοσμω πλουσιους εν πιστει και κληρονομους της βασιλειας ης επηγγειλατο τοις αγαπωσιν αυτον
6 - υμεις δε ητιμασατε τον πτωχον ουχ οι πλουσιοι καταδυναστευουσιν υμων και αυτοι ελκουσιν υμας εις κριτηρια
7 - ουκ αυτοι βλασφημουσιν το καλον ονομα το επικληθεν εφ υμας
8 - ει μεντοι νομον τελειτε βασιλικον κατα την γραφην αγαπησεις τον πλησιον σου ως σεαυτον καλως ποιειτε
9 - ει δε προσωπολημπτειτε αμαρτιαν εργαζεσθε ελεγχομενοι υπο του νομου ως παραβαται
10 - οστις γαρ ολον τον νομον τηρηση πταιση δε εν ενι γεγονεν παντων ενοχος
11 - ο γαρ ειπων μη μοιχευσης ειπεν και μη φονευσης ει δε ου μοιχευεις φονευεις δε γεγονας παραβατης νομου
12 - ουτως λαλειτε και ουτως ποιειτε ως δια νομου ελευθεριας μελλοντες κρινεσθαι
13 - η γαρ κρισις ανελεος τω μη ποιησαντι ελεος κατακαυχαται ελεος κρισεως
14 - τι το οφελος αδελφοι μου εαν πιστιν λεγη τις εχειν εργα δε μη εχη μη δυναται η πιστις σωσαι αυτον
15 - εαν αδελφος η αδελφη γυμνοι υπαρχωσιν και λειπομενοι της εφημερου τροφης
16 - ειπη δε τις αυτοις εξ υμων υπαγετε εν ειρηνη θερμαινεσθε και χορταζεσθε μη δωτε δε αυτοις τα επιτηδεια του σωματος τι το οφελος
17 - ουτως και η πιστις εαν μη εχη εργα νεκρα εστιν καθ εαυτην
18 - αλλ ερει τις συ πιστιν εχεις καγω εργα εχω δειξον μοι την πιστιν σου χωρις των εργων καγω σοι δειξω εκ των εργων μου την πιστιν
19 - συ πιστευεις οτι εις εστιν ο θεος καλως ποιεις και τα δαιμονια πιστευουσιν και φρισσουσιν
20 - θελεις δε γνωναι ω ανθρωπε κενε οτι η πιστις χωρις των εργων αργη εστιν
21 - αβρααμ ο πατηρ ημων ουκ εξ εργων εδικαιωθη ανενεγκας ισαακ τον υιον αυτου επι το θυσιαστηριον
22 - βλεπεις οτι η πιστις συνηργει τοις εργοις αυτου και εκ των εργων η πιστις ετελειωθη
23 - και επληρωθη η γραφη η λεγουσα επιστευσεν δε αβρααμ τω θεω και ελογισθη αυτω εις δικαιοσυνην και φιλος θεου εκληθη
24 - ορατε οτι εξ εργων δικαιουται ανθρωπος και ουκ εκ πιστεως μονον
25 - ομοιως δε και ρααβ η πορνη ουκ εξ εργων εδικαιωθη υποδεξαμενη τους αγγελους και ετερα οδω εκβαλουσα
26 - ωσπερ γαρ το σωμα χωρις πνευματος νεκρον εστιν ουτως και η πιστις χωρις εργων νεκρα εστιν