JAMES - Chapter 3

1 - μη πολλοι διδασκαλοι γινεσθε αδελφοι μου ειδοτες οτι μειζον κριμα λημψομεθα
2 - πολλα γαρ πταιομεν απαντες ει τις εν λογω ου πταιει ουτος τελειος ανηρ δυνατος χαλιναγωγησαι και ολον το σωμα
3 - ει δε των ιππων τους χαλινους εις τα στοματα βαλλομεν εις το πειθεσθαι αυτους ημιν και ολον το σωμα αυτων μεταγομεν
4 - ιδου και τα πλοια τηλικαυτα οντα και υπο ανεμων σκληρων ελαυνομενα μεταγεται υπο ελαχιστου πηδαλιου οπου η ορμη του ευθυνοντος βουλεται
5 - ουτως και η γλωσσα μικρον μελος εστιν και μεγαλα αυχει ιδου ηλικον πυρ ηλικην υλην αναπτει
6 - και η γλωσσα πυρ ο κοσμος της αδικιας η γλωσσα καθισταται εν τοις μελεσιν ημων η σπιλουσα ολον το σωμα και φλογιζουσα τον τροχον της γενεσεως και φλογιζομενη υπο της γεεννης
7 - πασα γαρ φυσις θηριων τε και πετεινων ερπετων τε και εναλιων δαμαζεται και δεδαμασται τη φυσει τη ανθρωπινη
8 - την δε γλωσσαν ουδεις δαμασαι δυναται ανθρωπων ακαταστατον κακον μεστη ιου θανατηφορου
9 - εν αυτη ευλογουμεν τον κυριον και πατερα και εν αυτη καταρωμεθα τους ανθρωπους τους καθ ομοιωσιν θεου γεγονοτας
10 - εκ του αυτου στοματος εξερχεται ευλογια και καταρα ου χρη αδελφοι μου ταυτα ουτως γινεσθαι
11 - μητι η πηγη εκ της αυτης οπης βρυει το γλυκυ και το πικρον
12 - μη δυναται αδελφοι μου συκη ελαιας ποιησαι η αμπελος συκα ουτε αλυκον γλυκυ ποιησαι υδωρ
13 - τις σοφος και επιστημων εν υμιν δειξατω εκ της καλης αναστροφης τα εργα αυτου εν πραυτητι σοφιας
14 - ει δε ζηλον πικρον εχετε και εριθειαν εν τη καρδια υμων μη κατακαυχασθε και ψευδεσθε κατα της αληθειας
15 - ουκ εστιν αυτη η σοφια ανωθεν κατερχομενη αλλα επιγειος ψυχικη δαιμονιωδης
16 - οπου γαρ ζηλος και εριθεια εκει ακαταστασια και παν φαυλον πραγμα
17 - η δε ανωθεν σοφια πρωτον μεν αγνη εστιν επειτα ειρηνικη επιεικης ευπειθης μεστη ελεους και καρπων αγαθων αδιακριτος ανυποκριτος
18 - καρπος δε δικαιοσυνης εν ειρηνη σπειρεται τοις ποιουσιν ειρηνην