1 PETER - Chapter 1

1 - πετρος αποστολος ιησου χριστου εκλεκτοις παρεπιδημοις διασπορας ποντου γαλατιας καππαδοκιας ασιας και βιθυνιας
2 - κατα προγνωσιν θεου πατρος εν αγιασμω πνευματος εις υπακοην και ραντισμον αιματος ιησου χριστου χαρις υμιν και ειρηνη πληθυνθειη
3 - ευλογητος ο θεος και πατηρ του κυριου ημων ιησου χριστου ο κατα το πολυ αυτου ελεος αναγεννησας ημας εις ελπιδα ζωσαν δι αναστασεως ιησου χριστου εκ νεκρων
4 - εις κληρονομιαν αφθαρτον και αμιαντον και αμαραντον τετηρημενην εν ουρανοις εις υμας
5 - τους εν δυναμει θεου φρουρουμενους δια πιστεως εις σωτηριαν ετοιμην αποκαλυφθηναι εν καιρω εσχατω
6 - εν ω αγαλλιασθε ολιγον αρτι ει δεον [εστιν] λυπηθεντες εν ποικιλοις πειρασμοις
7 - ινα το δοκιμιον υμων της πιστεως πολυτιμοτερον χρυσιου του απολλυμενου δια πυρος δε δοκιμαζομενου ευρεθη εις επαινον και δοξαν και τιμην εν αποκαλυψει ιησου χριστου
8 - ον ουκ ιδοντες αγαπατε εις ον αρτι μη ορωντες πιστευοντες δε αγαλλιασθε χαρα ανεκλαλητω και δεδοξασμενη
9 - κομιζομενοι το τελος της πιστεως [υμων] σωτηριαν ψυχων
10 - περι ης σωτηριας εξεζητησαν και εξηραυνησαν προφηται οι περι της εις υμας χαριτος προφητευσαντες
11 - εραυνωντες εις τινα η ποιον καιρον εδηλου το εν αυτοις πνευμα χριστου προμαρτυρομενον τα εις χριστον παθηματα και τας μετα ταυτα δοξας
12 - οις απεκαλυφθη οτι ουχ εαυτοις υμιν δε διηκονουν αυτα α νυν ανηγγελη υμιν δια των ευαγγελισαμενων υμας [εν] πνευματι αγιω αποσταλεντι απ ουρανου εις α επιθυμουσιν αγγελοι παρακυψαι
13 - διο αναζωσαμενοι τας οσφυας της διανοιας υμων νηφοντες τελειως ελπισατε επι την φερομενην υμιν χαριν εν αποκαλυψει ιησου χριστου
14 - ως τεκνα υπακοης μη συσχηματιζομενοι ταις προτερον εν τη αγνοια υμων επιθυμιαις
15 - αλλα κατα τον καλεσαντα υμας αγιον και αυτοι αγιοι εν παση αναστροφη γενηθητε
16 - διοτι γεγραπται [οτι] αγιοι εσεσθε οτι εγω αγιος [ειμι]
17 - και ει πατερα επικαλεισθε τον απροσωπολημπτως κρινοντα κατα το εκαστου εργον εν φοβω τον της παροικιας υμων χρονον αναστραφητε
18 - ειδοτες οτι ου φθαρτοις αργυριω η χρυσιω ελυτρωθητε εκ της ματαιας υμων αναστροφης πατροπαραδοτου
19 - αλλα τιμιω αιματι ως αμνου αμωμου και ασπιλου χριστου
20 - προεγνωσμενου μεν προ καταβολης κοσμου φανερωθεντος δε επ εσχατου των χρονων δι υμας
21 - τους δι αυτου πιστους εις θεον τον εγειραντα αυτον εκ νεκρων και δοξαν αυτω δοντα ωστε την πιστιν υμων και ελπιδα ειναι εις θεον
22 - τας ψυχας υμων ηγνικοτες εν τη υπακοη της αληθειας εις φιλαδελφιαν ανυποκριτον εκ [καθαρας] καρδιας αλληλους αγαπησατε εκτενως
23 - αναγεγεννημενοι ουκ εκ σπορας φθαρτης αλλα αφθαρτου δια λογου ζωντος θεου και μενοντος
24 - διοτι πασα σαρξ ως χορτος και πασα δοξα αυτης ως ανθος χορτου εξηρανθη ο χορτος και το ανθος εξεπεσεν
25 - το δε ρημα κυριου μενει εις τον αιωνα τουτο δε εστιν το ρημα το ευαγγελισθεν εις υμας