1 PETER - Chapter 3

1 - ομοιως [αι] γυναικες υποτασσομεναι τοις ιδιοις ανδρασιν ινα και ει τινες απειθουσιν τω λογω δια της των γυναικων αναστροφης ανευ λογου κερδηθησονται
2 - εποπτευσαντες την εν φοβω αγνην αναστροφην υμων
3 - ων εστω ουχ ο εξωθεν εμπλοκης τριχων και περιθεσεως χρυσιων η ενδυσεως ιματιων κοσμος
4 - αλλ ο κρυπτος της καρδιας ανθρωπος εν τω αφθαρτω του πραεως και ησυχιου πνευματος ο εστιν ενωπιον του θεου πολυτελες
5 - ουτως γαρ ποτε και αι αγιαι γυναικες αι ελπιζουσαι εις θεον εκοσμουν εαυτας υποτασσομεναι τοις ιδιοις ανδρασιν
6 - ως σαρρα υπηκουσεν τω αβρααμ κυριον αυτον καλουσα ης εγενηθητε τεκνα αγαθοποιουσαι και μη φοβουμεναι μηδεμιαν πτοησιν
7 - οι ανδρες ομοιως συνοικουντες κατα γνωσιν ως ασθενεστερω σκευει τω γυναικειω απονεμοντες τιμην ως και συγκληρονομοις χαριτος ζωης εις το μη εγκοπτεσθαι τας προσευχας υμων
8 - το δε τελος παντες ομοφρονες συμπαθεις φιλαδελφοι ευσπλαγχνοι ταπεινοφρονες
9 - μη αποδιδοντες κακον αντι κακου η λοιδοριαν αντι λοιδοριας τουναντιον δε ευλογουντες οτι εις τουτο εκληθητε ινα ευλογιαν κληρονομησητε
10 - ο γαρ θελων ζωην αγαπαν και ιδειν ημερας αγαθας παυσατω την γλωσσαν απο κακου και χειλη του μη λαλησαι δολον
11 - εκκλινατω δε απο κακου και ποιησατω αγαθον ζητησατω ειρηνην και διωξατω αυτην
12 - οτι οφθαλμοι κυριου επι δικαιους και ωτα αυτου εις δεησιν αυτων προσωπον δε κυριου επι ποιουντας κακα
13 - και τις ο κακωσων υμας εαν του αγαθου ζηλωται γενησθε
14 - αλλ ει και πασχοιτε δια δικαιοσυνην μακαριοι τον δε φοβον αυτων μη φοβηθητε μηδε ταραχθητε
15 - κυριον δε τον χριστον αγιασατε εν ταις καρδιαις υμων ετοιμοι αει προς απολογιαν παντι τω αιτουντι υμας λογον περι της εν υμιν ελπιδος
16 - αλλα μετα πραυτητος και φοβου συνειδησιν εχοντες αγαθην ινα εν ω καταλαλεισθε καταισχυνθωσιν οι επηρεαζοντες υμων την αγαθην εν χριστω αναστροφην
17 - κρειττον γαρ αγαθοποιουντας ει θελοι το θελημα του θεου πασχειν η κακοποιουντας
18 - οτι και χριστος απαξ περι αμαρτιων επαθεν δικαιος υπερ αδικων ινα υμας προσαγαγη τω θεω θανατωθεις μεν σαρκι ζωοποιηθεις δε πνευματι
19 - εν ω και τοις εν φυλακη πνευμασιν πορευθεις εκηρυξεν
20 - απειθησασιν ποτε οτε απεξεδεχετο η του θεου μακροθυμια εν ημεραις νωε κατασκευαζομενης κιβωτου εις ην ολιγοι τουτ εστιν οκτω ψυχαι διεσωθησαν δι υδατος
21 - ο και υμας αντιτυπον νυν σωζει βαπτισμα ου σαρκος αποθεσις ρυπου αλλα συνειδησεως αγαθης επερωτημα εις θεον δι αναστασεως ιησου χριστου
22 - ος εστιν εν δεξια [του] θεου πορευθεις εις ουρανον υποταγεντων αυτω αγγελων και εξουσιων και δυναμεων