1 PETER - Chapter 5

1 - πρεσβυτερους ουν εν υμιν παρακαλω ο συμπρεσβυτερος και μαρτυς των του χριστου παθηματων ο και της μελλουσης αποκαλυπτεσθαι δοξης κοινωνος
2 - ποιμανατε το εν υμιν ποιμνιον του θεου [επισκοπουντες] μη αναγκαστως αλλα εκουσιως κατα θεον μηδε αισχροκερδως αλλα προθυμως
3 - μηδ ως κατακυριευοντες των κληρων αλλα τυποι γινομενοι του ποιμνιου
4 - και φανερωθεντος του αρχιποιμενος κομιεισθε τον αμαραντινον της δοξης στεφανον
5 - ομοιως νεωτεροι υποταγητε πρεσβυτεροις παντες δε αλληλοις την ταπεινοφροσυνην εγκομβωσασθε οτι [ο] θεος υπερηφανοις αντιτασσεται ταπεινοις δε διδωσιν χαριν
6 - ταπεινωθητε ουν υπο την κραταιαν χειρα του θεου ινα υμας υψωση εν καιρω
7 - πασαν την μεριμναν υμων επιριψαντες επ αυτον οτι αυτω μελει περι υμων
8 - νηψατε γρηγορησατε ο αντιδικος υμων διαβολος ως λεων ωρυομενος περιπατει ζητων [τινα] καταπιειν
9 - ω αντιστητε στερεοι τη πιστει ειδοτες τα αυτα των παθηματων τη εν [τω] κοσμω υμων αδελφοτητι επιτελεισθαι
10 - ο δε θεος πασης χαριτος ο καλεσας υμας εις την αιωνιον αυτου δοξαν εν χριστω [ιησου] ολιγον παθοντας αυτος καταρτισει στηριξει σθενωσει θεμελιωσει
11 - αυτω το κρατος εις τους αιωνας αμην
12 - δια σιλουανου υμιν του πιστου αδελφου ως λογιζομαι δι ολιγων εγραψα παρακαλων και επιμαρτυρων ταυτην ειναι αληθη χαριν του θεου εις ην στητε
13 - ασπαζεται υμας η εν βαβυλωνι συνεκλεκτη και μαρκος ο υιος μου
14 - ασπασασθε αλληλους εν φιληματι αγαπης ειρηνη υμιν πασιν τοις εν χριστω