1 JOHN - Chapter 4

1 - αγαπητοι μη παντι πνευματι πιστευετε αλλα δοκιμαζετε τα πνευματα ει εκ του θεου εστιν οτι πολλοι ψευδοπροφηται εξεληλυθασιν εις τον κοσμον
2 - εν τουτω γινωσκετε το πνευμα του θεου παν πνευμα ο ομολογει ιησουν χριστον εν σαρκι εληλυθοτα εκ του θεου εστιν
3 - και παν πνευμα ο μη ομολογει τον ιησουν εκ του θεου ουκ εστιν και τουτο εστιν το του αντιχριστου ο ακηκοατε οτι ερχεται και νυν εν τω κοσμω εστιν ηδη
4 - υμεις εκ του θεου εστε τεκνια και νενικηκατε αυτους οτι μειζων εστιν ο εν υμιν η ο εν τω κοσμω
5 - αυτοι εκ του κοσμου εισιν δια τουτο εκ του κοσμου λαλουσιν και ο κοσμος αυτων ακουει
6 - ημεις εκ του θεου εσμεν ο γινωσκων τον θεον ακουει ημων ος ουκ εστιν εκ του θεου ουκ ακουει ημων εκ τουτου γινωσκομεν το πνευμα της αληθειας και το πνευμα της πλανης
7 - αγαπητοι αγαπωμεν αλληλους οτι η αγαπη εκ του θεου εστιν και πας ο αγαπων εκ του θεου γεγεννηται και γινωσκει τον θεον
8 - ο μη αγαπων ουκ εγνω τον θεον οτι ο θεος αγαπη εστιν
9 - εν τουτω εφανερωθη η αγαπη του θεου εν ημιν οτι τον υιον αυτου τον μονογενη απεσταλκεν ο θεος εις τον κοσμον ινα ζησωμεν δι αυτου
10 - εν τουτω εστιν η αγαπη ουχ οτι ημεις ηγαπηκαμεν τον θεον αλλ οτι αυτος ηγαπησεν ημας και απεστειλεν τον υιον αυτου ιλασμον περι των αμαρτιων ημων
11 - αγαπητοι ει ουτως ο θεος ηγαπησεν ημας και ημεις οφειλομεν αλληλους αγαπαν
12 - θεον ουδεις πωποτε τεθεαται εαν αγαπωμεν αλληλους ο θεος εν ημιν μενει και η αγαπη αυτου εν ημιν τετελειωμενη εστιν
13 - εν τουτω γινωσκομεν οτι εν αυτω μενομεν και αυτος εν ημιν οτι εκ του πνευματος αυτου δεδωκεν ημιν
14 - και ημεις τεθεαμεθα και μαρτυρουμεν οτι ο πατηρ απεσταλκεν τον υιον σωτηρα του κοσμου
15 - ος εαν ομολογηση οτι ιησους εστιν ο υιος του θεου ο θεος εν αυτω μενει και αυτος εν τω θεω
16 - και ημεις εγνωκαμεν και πεπιστευκαμεν την αγαπην ην εχει ο θεος εν ημιν ο θεος αγαπη εστιν και ο μενων εν τη αγαπη εν τω θεω μενει και ο θεος εν αυτω μενει
17 - εν τουτω τετελειωται η αγαπη μεθ ημων ινα παρρησιαν εχωμεν εν τη ημερα της κρισεως οτι καθως εκεινος εστιν και ημεις εσμεν εν τω κοσμω τουτω
18 - φοβος ουκ εστιν εν τη αγαπη αλλ η τελεια αγαπη εξω βαλλει τον φοβον οτι ο φοβος κολασιν εχει ο δε φοβουμενος ου τετελειωται εν τη αγαπη
19 - ημεις αγαπωμεν οτι αυτος πρωτος ηγαπησεν ημας
20 - εαν τις ειπη οτι αγαπω τον θεον και τον αδελφον αυτου μιση ψευστης εστιν ο γαρ μη αγαπων τον αδελφον αυτου ον εωρακεν τον θεον ον ουχ εωρακεν ου δυναται αγαπαν
21 - και ταυτην την εντολην εχομεν απ αυτου ινα ο αγαπων τον θεον αγαπα και τον αδελφον αυτου