2 JOHN - Chapter 1

1 - ο πρεσβυτερος εκλεκτη κυρια και τοις τεκνοις αυτης ους εγω αγαπω εν αληθεια και ουκ εγω μονος αλλα και παντες οι εγνωκοτες την αληθειαν
2 - δια την αληθειαν την μενουσαν εν ημιν και μεθ ημων εσται εις τον αιωνα
3 - εσται μεθ ημων χαρις ελεος ειρηνη παρα θεου πατρος και παρα ιησου χριστου του υιου του πατρος εν αληθεια και αγαπη
4 - εχαρην λιαν οτι ευρηκα εκ των τεκνων σου περιπατουντας εν αληθεια καθως εντολην ελαβομεν παρα του πατρος
5 - και νυν ερωτω σε κυρια ουχ ως εντολην καινην γραφων σοι αλλα ην ειχομεν απ αρχης ινα αγαπωμεν αλληλους
6 - και αυτη εστιν η αγαπη ινα περιπατωμεν κατα τας εντολας αυτου αυτη η εντολη εστιν καθως ηκουσατε απ αρχης ινα εν αυτη περιπατητε
7 - οτι πολλοι πλανοι εξηλθον εις τον κοσμον οι μη ομολογουντες ιησουν χριστον ερχομενον εν σαρκι ουτος εστιν ο πλανος και ο αντιχριστος
8 - βλεπετε εαυτους ινα μη απολεσητε α ειργασαμεθα αλλα μισθον πληρη απολαβητε
9 - πας ο προαγων και μη μενων εν τη διδαχη του χριστου θεον ουκ εχει ο μενων εν τη διδαχη ουτος και τον πατερα και τον υιον εχει
10 - ει τις ερχεται προς υμας και ταυτην την διδαχην ου φερει μη λαμβανετε αυτον εις οικιαν και χαιρειν αυτω μη λεγετε
11 - ο λεγων γαρ αυτω χαιρειν κοινωνει τοις εργοις αυτου τοις πονηροις
12 - πολλα εχων υμιν γραφειν ουκ εβουληθην δια χαρτου και μελανος αλλα ελπιζω γενεσθαι προς υμας και στομα προς στομα λαλησαι ινα η χαρα ημων πεπληρωμενη η
13 - ασπαζεται σε τα τεκνα της αδελφης σου της εκλεκτης