3 JOHN - Chapter 1

1 - ο πρεσβυτερος γαιω τω αγαπητω ον εγω αγαπω εν αληθεια
2 - αγαπητε περι παντων ευχομαι σε ευοδουσθαι και υγιαινειν καθως ευοδουται σου η ψυχη
3 - εχαρην γαρ λιαν ερχομενων αδελφων και μαρτυρουντων σου τη αληθεια καθως συ εν αληθεια περιπατεις
4 - μειζοτεραν τουτων ουκ εχω χαραν ινα ακουω τα εμα τεκνα εν τη αληθεια περιπατουντα
5 - αγαπητε πιστον ποιεις ο εαν εργαση εις τους αδελφους και τουτο ξενους
6 - οι εμαρτυρησαν σου τη αγαπη ενωπιον εκκλησιας ους καλως ποιησεις προπεμψας αξιως του θεου
7 - υπερ γαρ του ονοματος εξηλθον μηδεν λαμβανοντες απο των εθνικων
8 - ημεις ουν οφειλομεν υπολαμβανειν τους τοιουτους ινα συνεργοι γινωμεθα τη αληθεια
9 - εγραψα τι τη εκκλησια αλλ ο φιλοπρωτευων αυτων διοτρεφης ουκ επιδεχεται ημας
10 - δια τουτο εαν ελθω υπομνησω αυτου τα εργα α ποιει λογοις πονηροις φλυαρων ημας και μη αρκουμενος επι τουτοις ουτε αυτος επιδεχεται τους αδελφους και τους βουλομενους κωλυει και εκ της εκκλησιας εκβαλλει
11 - αγαπητε μη μιμου το κακον αλλα το αγαθον ο αγαθοποιων εκ του θεου εστιν ο κακοποιων ουχ εωρακεν τον θεον
12 - δημητριω μεμαρτυρηται υπο παντων και υπο αυτης της αληθειας και ημεις δε μαρτυρουμεν και οιδας οτι η μαρτυρια ημων αληθης εστιν
13 - πολλα ειχον γραψαι σοι αλλ ου θελω δια μελανος και καλαμου σοι γραφειν
14 - ελπιζω δε ευθεως σε ιδειν και στομα προς στομα λαλησομεν
15 - ειρηνη σοι ασπαζονται σε οι φιλοι ασπαζου τους φιλους κατ ονομα