REVELATION - Chapter 13

1 - και ειδον εκ της θαλασσης θηριον αναβαινον εχον κερατα δεκα και κεφαλας επτα και επι των κερατων αυτου δεκα διαδηματα και επι τας κεφαλας αυτου ονομα[τα] βλασφημιας
2 - και το θηριον ο ειδον ην ομοιον παρδαλει και οι ποδες αυτου ως αρκου και το στομα αυτου ως στομα λεοντος και εδωκεν αυτω ο δρακων την δυναμιν αυτου και τον θρονον αυτου και εξουσιαν μεγαλην
3 - και μιαν εκ των κεφαλων αυτου ως εσφαγμενην εις θανατον και η πληγη του θανατου αυτου εθεραπευθη και εθαυμασθη ολη η γη οπισω του θηριου
4 - και προσεκυνησαν τω δρακοντι οτι εδωκεν την εξουσιαν τω θηριω και προσεκυνησαν τω θηριω λεγοντες τις ομοιος τω θηριω και τις δυναται πολεμησαι μετ αυτου
5 - και εδοθη αυτω στομα λαλουν μεγαλα και βλασφημιας και εδοθη αυτω εξουσια ποιησαι μηνας τεσσερακοντα [και] δυο
6 - και ηνοιξεν το στομα αυτου εις βλασφημιας προς τον θεον βλασφημησαι το ονομα αυτου και την σκηνην αυτου τους εν τω ουρανω σκηνουντας
7 - και εδοθη αυτω ποιησαι πολεμον μετα των αγιων και νικησαι αυτους και εδοθη αυτω εξουσια επι πασαν φυλην και λαον και γλωσσαν και εθνος
8 - και προσκυνησουσιν αυτον παντες οι κατοικουντες επι της γης ου ου γεγραπται το ονομα αυτου εν τω βιβλιω της ζωης του αρνιου του εσφαγμενου απο καταβολης κοσμου
9 - ει τις εχει ους ακουσατω
10 - ει τις εις αιχμαλωσιαν εις αιχμαλωσιαν υπαγει ει τις εν μαχαιρη αποκτανθηναι αυτον εν μαχαιρη αποκτανθηναι ωδε εστιν η υπομονη και η πιστις των αγιων
11 - και ειδον αλλο θηριον αναβαινον εκ της γης και ειχεν κερατα δυο ομοια αρνιω και ελαλει ως δρακων
12 - και την εξουσιαν του πρωτου θηριου πασαν ποιει ενωπιον αυτου και ποιει την γην και τους εν αυτη κατοικουντας ινα προσκυνησουσιν το θηριον το πρωτον ου εθεραπευθη η πληγη του θανατου αυτου
13 - και ποιει σημεια μεγαλα ινα και πυρ ποιη εκ του ουρανου καταβαινειν εις την γην ενωπιον των ανθρωπων
14 - και πλανα τους κατοικουντας επι της γης δια τα σημεια α εδοθη αυτω ποιησαι ενωπιον του θηριου λεγων τοις κατοικουσιν επι της γης ποιησαι εικονα τω θηριω ος εχει την πληγην της μαχαιρης και εζησεν
15 - και εδοθη αυτω δουναι πνευμα τη εικονι του θηριου ινα και λαληση η εικων του θηριου και ποιηση [ινα] οσοι εαν μη προσκυνησωσιν τη εικονι του θηριου αποκτανθωσιν
16 - και ποιει παντας τους μικρους και τους μεγαλους και τους πλουσιους και τους πτωχους και τους ελευθερους και τους δουλους ινα δωσιν αυτοις χαραγμα επι της χειρος αυτων της δεξιας η επι το μετωπον αυτων
17 - και ινα μη τις δυνηται αγορασαι η πωλησαι ει μη ο εχων το χαραγμα το ονομα του θηριου η τον αριθμον του ονοματος αυτου
18 - ωδε η σοφια εστιν ο εχων νουν ψηφισατω τον αριθμον του θηριου αριθμος γαρ ανθρωπου εστιν και ο αριθμος αυτου εξακοσιοι εξηκοντα εξ