REVELATION - Chapter 16

1 - και ηκουσα μεγαλης φωνης εκ του ναου λεγουσης τοις επτα αγγελοις υπαγετε και εκχεετε τας επτα φιαλας του θυμου του θεου εις την γην
2 - και απηλθεν ο πρωτος και εξεχεεν την φιαλην αυτου εις την γην και εγενετο ελκος κακον και πονηρον επι τους ανθρωπους τους εχοντας το χαραγμα του θηριου και τους προσκυνουντας τη εικονι αυτου
3 - και ο δευτερος εξεχεεν την φιαλην αυτου εις την θαλασσαν και εγενετο αιμα ως νεκρου και πασα ψυχη ζωης απεθανεν τα εν τη θαλασση
4 - και ο τριτος εξεχεεν την φιαλην αυτου εις τους ποταμους και τας πηγας των υδατων και εγενετο αιμα
5 - και ηκουσα του αγγελου των υδατων λεγοντος δικαιος ει ο ων και ο ην ο οσιος οτι ταυτα εκρινας
6 - οτι αιμα αγιων και προφητων εξεχεαν και αιμα αυτοις [δ]εδωκας πιειν αξιοι εισιν
7 - και ηκουσα του θυσιαστηριου λεγοντος ναι κυριε ο θεος ο παντοκρατωρ αληθιναι και δικαιαι αι κρισεις σου
8 - και ο τεταρτος εξεχεεν την φιαλην αυτου επι τον ηλιον και εδοθη αυτω καυματισαι τους ανθρωπους εν πυρι
9 - και εκαυματισθησαν οι ανθρωποι καυμα μεγα και εβλασφημησαν το ονομα του θεου του εχοντος την εξουσιαν επι τας πληγας ταυτας και ου μετενοησαν δουναι αυτω δοξαν
10 - και ο πεμπτος εξεχεεν την φιαλην αυτου επι τον θρονον του θηριου και εγενετο η βασιλεια αυτου εσκοτωμενη και εμασωντο τας γλωσσας αυτων εκ του πονου
11 - και εβλασφημησαν τον θεον του ουρανου εκ των πονων αυτων και εκ των ελκων αυτων και ου μετενοησαν εκ των εργων αυτων
12 - και ο εκτος εξεχεεν την φιαλην αυτου επι τον ποταμον τον μεγαν τον ευφρατην και εξηρανθη το υδωρ αυτου ινα ετοιμασθη η οδος των βασιλεων των απο ανατολης ηλιου
13 - και ειδον εκ του στοματος του δρακοντος και εκ του στοματος του θηριου και εκ του στοματος του ψευδοπροφητου πνευματα τρια ακαθαρτα ως βατραχοι
14 - εισιν γαρ πνευματα δαιμονιων ποιουντα σημεια α εκπορευεται επι τους βασιλεις της οικουμενης ολης συναγαγειν αυτους εις τον πολεμον της ημερας της μεγαλης του θεου του παντοκρατορος
15 - ιδου ερχομαι ως κλεπτης μακαριος ο γρηγορων και τηρων τα ιματια αυτου ινα μη γυμνος περιπατη και βλεπωσιν την ασχημοσυνην αυτου
16 - και συνηγαγεν αυτους εις τον τοπον τον καλουμενον εβραιστι αρμαγεδων
17 - και ο εβδομος εξεχεεν την φιαλην αυτου επι τον αερα και εξηλθεν φωνη μεγαλη εκ του ναου απο του θρονου λεγουσα γεγονεν
18 - και εγενοντο αστραπαι και φωναι και βρονται και σεισμος εγενετο μεγας οιος ουκ εγενετο αφ ου ανθρωπος εγενετο επι της γης τηλικουτος σεισμος ουτω μεγας
19 - και εγενετο η πολις η μεγαλη εις τρια μερη και αι πολεις των εθνων επεσαν και βαβυλων η μεγαλη εμνησθη ενωπιον του θεου δουναι αυτη το ποτηριον του οινου του θυμου της οργης αυτου
20 - και πασα νησος εφυγεν και ορη ουχ ευρεθησαν
21 - και χαλαζα μεγαλη ως ταλαντιαια καταβαινει εκ του ουρανου επι τους ανθρωπους και εβλασφημησαν οι ανθρωποι τον θεον εκ της πληγης της χαλαζης οτι μεγαλη εστιν η πληγη αυτης σφοδρα